[ ]
Lycia — Kyaneai (Yavu) — 138-161 AD — Serta Harteliana (1896) 1-7 — IGR 3.704
| I.1 | χρόνοι ψηφισμάτων τειμητικῶν καὶ ἐπι[στολ]ῶν γραφισῶν |
| ἡγεμόσι καὶ ἀντιγραφῶν περὶ Ἰάσονος τοῦ Νεικοστράτου Λυκιάρχου | |
| εἰσὶν καθὼς ὑπογέγραπται· | |
| Κυανειτῶν. | |
| 5 | ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Φλαυίου Ἀττάλου, μηνὸς Ἀρτεμεισίου ιαʹ, |
| Εὐδήμου τοῦ Ἀρτοπάτου γραματέως Καλεστρίῳ Τείρωνι ἡγεμόνι | |
| καὶ ἀντιγραφὴ Τείρωνος· μ[ηνὸς Ἀ]ρτ[εμ]εισίου ηʹ Μυλητῶν· Λώου λʹ | |
| Χωματειτῶν· Γορπιαί[ου —ʹ] Μυρέων. ἐπὶ ἀρχιερέ(ως) τῶν Σεβαστῶν Ἰουλίου | |
| Τιτιανοῦ Φ[α]ν[ί]ου, μηνὸς Δείου ϛʹ Κανδυβέων, ιεʹ Λιμυρέων· Ἀπελλαίου λʹ | |
| 10 | Κορυδαλλέων, Φελλειτῶν· Ἀρτεμεισίου εʹ [Τ]ρεβενδατῶν· ιηʹ Ποδαλιωτῶ[ν]. |
| ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Φλαυίου Σώσου, μηνὸς Δύστρου —ʹ Ἀντιφελλειτ[ῶν]· | |
| Ἀρτεμεισίου βʹ Γαγατῶν, Ὀλυνπηνῶν· γʹ Ἀρυκανδέων· ιθʹ Φασειλειτῶ[ν], | |
| Ἰουλίου Παίτου ἡγεμόνος ἐπιστολὴ περὶ λογιστείας Ἀρυκανδέων. | |
| ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Οὐηρανίου Π[ρ]εισκιανοῦ, μηνὸς Δείου κʹ(?) | |
| 15 | ἐπιστολὴ Μολέους τοῦ καὶ Ἀλκίμου Ἰουνίῳ Παίτῳ· Ἀπελλαίου βʹ(?) |
| ἀντιγραφὴ Παίτου· Ἀρτεμεισίου γʹ ἐκλησίας ἀπόλογος· Δαισίου καʹ | |
| ἐπιστολὴ Μολέους τοῦ καὶ Ἀλκίμου Ἰουνίῳ Παίτῳ· Ὑπερβερεταίου ιηʹ | |
| ἀντιγραφὴ Παίτου. ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Λικιννίου Στασιθέμιδος, | |
| Ξανδικοῦ γʹ Τα[νδά]σε[ος(?)] τοῦ Δημητρίου πρυτάνεως εἰσγραφαὶ τει- | |
| 20 | μῶν. Ἀρτεμισίου αʹ ἀπόλογος βουλῆς· γʹ ψήφισμα Μαυσώλῳ |
| Ἰάσονος, Δημητρίου βʹ τοῦ Μεγίστου γʹ εἰσγραφαὶ τειμῶν Μαυσώλου τοῦ | |
| [Ἰάσονος· Λώου ιγʹ | |
| IIA.1 | [ψήφ]ισμα [Μυρέ]ων· |
| ἔδοξε Μυρέων τῆς μητροπόλεος | |
| τοῦ Λυκίων ἔθνους τῇ βουλῇ καὶ τῷ δ[ήμ]ῳ· | |
| ἐπ<ε>ὶ Ἰάσων Νεικοστράτου, πολείτης ἠμῶ[ν], | |
| 5 | ἀνὴρ ἀξιόλογος, πρ[ω]τεύων ἔν τε τῷ ἔθνει |
| καὶ τῆς πόλε[ω]ς ἡμῶν, γεγον[ὼ]ς ἀρχιερεὺς [τῶν] | |
| Σ[εβ]αστῶν καὶ γραμματεὺς Λυκίων, ἐ[ξ] ἀρχῆς ἀγαθὴν | |
| δ[ιάθ]ε[σ]ι[ν] ἔχει πρὸς [τὴ]ν πόλιν ἡμῶν [καὶ] ἡγ[ω]νοθέτησεν | |
| τῆς πανηγύρεος τῆς ἀρχηγέτιδος [θ]εᾶς Ἐλευθέρας φιλο- | |
| 10 | τείμως κ[α]ὶ με[γα]λο{συ}ψύχως {²⁶μεγαλοψύχως}²⁶, δωρεάς τε μεγαλοπρεπεῖς |
| πεποίηται εἴς τε κατασκευὴ[ν] στοᾶς πρὸ τοῦ κατα- | |
| σκευασμένου βαλανείου [πρ]ὸς τῇ [π]λ[α]τείᾳ δηνάρια μύρια | |
| μετὰ καὶ τῆς θ[υ]γατρὸς αὐτοῦ Λυ[κί]ας, κ[αὶ] ἐν πᾶσιν συν- | |
| λα[μβάν]ετα[ι] τῇ πόλει ἡμῶν καὶ τὰ νῦν πάλιν ὑπέσκηται | |
| 15 | μεγαλοψύχως ἰς τὴν τοῦ θεάτρου κατασκευὴν δηνάρια μύρια |
| μετὰ [κ]α[ὶ τ]οῦ πεν[θερ]οῦ αὐτοῦ Πολυχάρμου τρὶς τοῦ | |
| καὶ Ἰάσονο[ς], ὡ[ς ἐπ]ὶ τούτο[ις] τὴ[ν β]ουλὴν καὶ τὸν δῆ- | |
| μον τ[ε]ι[μῆσαι] αὐτὸν πανοικ[εί] {²⁷Wilhelm; πανοικ[ίᾳ] ed.pr.}²⁷, τύχῃ ἀγαθῇ δεδό- | |
| χθαι Μυρέων τ[ῆ]ς μητροπόλε[ω]ς τοῦ Λυκίων | |
| 20 | ἔθνους τῇ βουλῇ καὶ τῷ δήμῳ τετειμῆσθαι |
| καὶ διὰ τοῦδε τοῦ ψηφίσματος τὸν κράτιστον | |
| Λυκιάρχην [Ἰά]σονα Νεικοστράτου ἐφ’ ᾗ πεποίηται | |
| 23a | καὶ τὰ νῦν ὑποσχέσει ἰς τὴ[ν τ]ο[ῦ] θεάτρο[υ] κατασκευήν. |
| IIB.23b | ψή[φ]ισμα Παταρέων· |
| 24 | ἔδοξε Παταρέων |
| 25 | τῆς μητροπόλεως τοῦ |
| Λυκίων ἔθνους τῇ βουλῇ | |
| καὶ τῷ δήμῳ καὶ τῇ γερουσίᾳ· | |
| ἐπεὶ Ἰάσων Νεικοστράτου, | |
| ὁ ἀξιολογώτατος πολείτης | |
| 30 | ἡμῶν, οὐ μόνον ἐν τῷ λα<μ>προ- |
| τάτῳ Λυκίων ἔθνει τὴν ἑαυτοῦ | |
| μεγαλοφροσύνην, δι’ ἧς ἐτέλε- | |
| σεν Λυκιαρχείας, ἐπεδείξατο, | |
| ἀλλὰ καὶ τὴν ἡμετέραν πόλιν | |
| 35 | διαφερόντως ταῖς τῆς ἀρχῆς |
| φιλο[τ]ειμίαις ἐκόσμησεν, | |
| ὧν μέγιστον μέρος καὶ ἡ | |
| πρὸς τὸν πατρῷον ἡμῶν | |
| θεὸν Ἀπό[λλ]ωνα εὐσέβεια | |
| 40 | αὐτοῦ, κοσμήσαντος καὶ δι’ |
| ἀναθημάτων ἐπισήμων | |
| τὸ ἱερὸν, δι’ ὧν φαίνεται διη- | |
| νεκὴς ἥ τε πρὸς τὸν θεὸν | |
| εὐσέβεια καὶ ἡ πρὸς τὴν πόλιν | |
| 45 | τειμή· ἐπὶ δὲ τούτοις ἅπασιν |
| ἡ πόλις ἡμῶν ἡ μητρόπολις τοῦ | |
| Λυκίων ἔθνους ἔν τε τῇ ἀρ- | |
| χερεσιακῇ ἐκλησίᾳ ἐτείμησεν | |
| IIIA.1 | Ἰάσ[ονα Νεικοστράτου Κυανεί]τη[ν καὶ] Πα[τ]α[ρέ]α, πολειτευόμενον δὲ καὶ ἐν ταῖς κατὰ Λ[υκί]αν πόλεσι |
| πάσ[αις — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — —] | |
| IIIB.4 | [ψ]ήφισμ[α κοινοῦ. τύχῃ ἀγα]θῇ. προβουλευσ[— — —] |
| 5 | [— — — γ]ενέσθαι ψήφισμ[α] |
| ε[ὐ]χαρισ[τ]η[τι]κὸ[ν] τῷ με[γί]σ[τῳ] Αὐτοκράτορι Καίσ[αρι] | |
| [Τί]τῳ Αἰλίῳ Ἁδριανῷ Ἀν[τωνεί]νῳ Σεβαστῷ Εὐσεβεῖ, | |
| πατρὶ πατρίδος, [․․․]ΛΟ[․․]εφύλα[ξ]ε καὶ αὐτὸ[ς] τὴν [τ]ο[ῦ] ἔ- | |
| θνους γνώμην περὶ ὧν ἐψηφίσατο [τ]ει[μ]ῶν Ἰάσονι Νεικοσ- | |
| 10 | τράτου, γεγονότι Λυκιάρχῃ, καὶ ἔδοξ[εν] συνγραφῆναι τὸ ψή- |
| φισμα ὃ καὶ ἀνα[δ]ο[θῆν]αι τῷ μεγίστῳ α[ὐτ]οκ[ρά]τορι ὑπὸ Γαίου | |
| [Λι]κ(ιννίου) Φρόντωνος, εἰσηγησαμένου Γ(αΐου) Λ(ικιννίου) Φρόντωνος υἱοῦ Σε[κο]- | |
| [υν]δείνου, ἐπιψηφισαμένου δὲ Ὀπραμόου [το]ῦ Ἀπολλωνίου, | |
| ἔδοξε τῇ κοινῇ τοῦ Λυκίων ἔθνους ἐννόμῳ βουλῇ· ἐπεὶ ὁ μέ- | |
| 15 | [γ]ιστο[ς καὶ ἐ]νφα[νέστ]ατο[ς] θεῶν Αὐτο[κ]ράτωρ Καῖσαρ Τίτος |
| Αἴλιος Ἁδρ[ιανὸς Ἀν]τωνεῖνος Σεβαστὸς Εὐσεβής, πατὴρ | |
| πατρίδο[ς, πάσας ε]ὐ[ερ]γε[τ]ῶν τὰς ἐπαρχείας, παρέχει [δ]ικαιο- | |
| σύνην Ε[․․․]ΤΟ[․․․․]ΣΙΑ[․․․ πᾶσι]ν ἀνθρώπ[οι]ς, ἐν δὲ τῇ ἀχθ[είσῃ] | |
| ἐπ’ αὐτὸν [κατ]ηγ[ορίᾳ] ὑ[π]ὸ Μολέους [․]ΕΝ[․]Α[․]Ι ἐπιγν[οὺ]ς [συκ]ο- | |
| 20 | φαντούμε[νο]ν [Ἰ]άσονα Νεικοσ{σ}τράτου {²⁶Νεικοστράτου}²⁶, τὸν ἀξιολογώ[τα]- |
| τον Λυκιάρχην κα[ὶ γέ]νους ἕνεκεν κα[ὶ ἰδ]ίᾳ οὐδενὸς [τ]ῶν | |
| ἐν τῇ ἐπαρχείᾳ δεύτερο[ν], ἐτή[ρ]ησεν [μὲν τ]ὴν τοῦ ἔθνους γν[ώ]- | |
| μην, συνεφύλα[ξ]εν δὲ καὶ ἐπεκόσμησ[ε]ν τὴν τοῦ ἀνδρὸς [τειμ]ήν, | |
| ὡς διὰ τὴν ἱερὰν αὐτο[ῦ κ]αὶ ἀσύνκριτον κρίσιν ἀνεστάλθ[αι] μὲν | |
| 25 | τὴν τοῦ Μόλ[η]τος προαίρεσιν, ἀποδεδόσθαι δὲ τῷ [Ἰάσονι — — —] |
| IIIC.26 | [πάσας] τὰς καὶ τοις |
| [ἄλ]λοις Λυκιάρ[χα]ις | |
| [δεδ]ομένας τειμάς· | |
| τύχῃ ἀγαθῇ, δεδόχθαι | |
| 30 | τῇ κοινῇ τοῦ Λυκίων |
| ἔθνους ἐννόμῳ βουλῇ | |
| [εὐ]χ[α]ριστηθῆναι καὶ ἐπὶ | |
| το[ύ]τοις τὸν μέγιστον | |
| καὶ θεῶν ἐνφαν[έ]στατον | |
| 35 | Αὐτοκράτορα [Κα]ίσαρα |
| Τ[ί]τ(ον) Αἴλιον [Ἁδρ]ιανὸν | |
| Ἀντωνεῖ[νον] Σεβαστὸν | |
| Εὐσ[εβῆ, π]ατέρα πατρίδος, | |
| [ἐπειδὴ] καὶ ἐν τούτοις | |
| 40 | [ἐκόσμ(?)]ησεν ἡμῶν |
| τὴν [Λυκ]ιαρχείαν. | |
| IIID.42 | Αὐτοκράτωρ Καῖσαρ, θεο[ῦ] |
| Ἁδριανοῦ υἱός, θεοῦ Τραιανοῦ | |
| Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα | |
| 45 | ἔγγονος, Τίτος Αἴλιος Ἁδριανὸς |
| Ἀντωνεῖνος Σεβαστός, [ἀρχ]ιερεὺς | |
| μέγιστος, δημαρχικῆς ἐξουσίας | |
| τὸ ηʹ, αὐτοκράτωρ τὸ βʹ, ὕπατος τὸ [δʹ], | |
| πατ[ὴρ] πατρίδος, τῷ [κ]οινῷ τῷ Λ[υ]κ[ίων] | |
| 50 | χαίρειν. |
| ὃ ἰσηφρονήσα Υ[․․]ΛΙ[․]ΟΙΝ[․․]ΗΝΠ[—] | |
| Ἰάσονος τοῦ Λυκιάρ[χου ․]Ο[․․․․․․] | |
| εἰς ὅσον ΕΣΘΗΘ[․․․․․]ΕΛ[․․․․․] | |
| τεκμηρίοις τοῖς [ἐπεσταλμέ]νο[ις] | |
| 55 | ὑφ’ ὑμῶν [π]ρὸ[ς] ἡμ[ᾶ]ς. |
| ἐπρέσβευεν Λικίννιος Φρόντων. | |
| εὐτυχεῖτε. πρὸ [—ʹ] | |
| Σεπτεμβρ(ίων) ἀπὸ [Ῥώμ(?)]ης. |