[ ] Lycia — Kyaneai (Yavu) — 138-161 AD — Serta Harteliana (1896) 1-7 — IGR 3.704
I.1 χρόνοι ψηφισμάτων τειμητικῶν καὶ ἐπι[στολ]ῶν γραφισῶν
ἡγεμόσι καὶ ἀντιγραφῶν περὶ Ἰάσονος τοῦ Νεικοστράτου Λυκιάρχου
εἰσὶν καθὼς ὑπογέγραπται·
Κυανειτῶν.
5 ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Φλαυίου Ἀττάλου, μηνὸς Ἀρτεμεισίου ιαʹ,
Εὐδήμου τοῦ Ἀρτοπάτου γραματέως Καλεστρίῳ Τείρωνι ἡγεμόνι
καὶ ἀντιγραφὴ Τείρωνος· μ[ηνὸς Ἀ]ρτ[εμ]εισίου ηʹ Μυλητῶν· Λώου λʹ
Χωματειτῶν· Γορπιαί[ου —ʹ] Μυρέων. ἐπὶ ἀρχιερέ(ως) τῶν Σεβαστῶν Ἰουλίου
Τιτιανοῦ Φ[α]ν[ί]ου, μηνὸς Δείου ϛʹ Κανδυβέων, ιεʹ Λιμυρέων· Ἀπελλαίου λʹ
10 Κορυδαλλέων, Φελλειτῶν· Ἀρτεμεισίου εʹ [Τ]ρεβενδατῶν· ιηʹ Ποδαλιωτῶ[ν].
ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Φλαυίου Σώσου, μηνὸς Δύστρου —ʹ Ἀντιφελλειτ[ῶν]·
Ἀρτεμεισίου βʹ Γαγατῶν, Ὀλυνπηνῶν· γʹ Ἀρυκανδέων· ιθʹ Φασειλειτῶ[ν],
Ἰουλίου Παίτου ἡγεμόνος ἐπιστολὴ περὶ λογιστείας Ἀρυκανδέων.
ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Οὐηρανίου Π[ρ]εισκιανοῦ, μηνὸς Δείου κʹ(?)
15 ἐπιστολὴ Μολέους τοῦ καὶ Ἀλκίμου Ἰουνίῳ Παίτῳ· Ἀπελλαίου βʹ(?)
ἀντιγραφὴ Παίτου· Ἀρτεμεισίου γʹ ἐκλησίας ἀπόλογος· Δαισίου καʹ
ἐπιστολὴ Μολέους τοῦ καὶ Ἀλκίμου Ἰουνίῳ Παίτῳ· Ὑπερβερεταίου ιηʹ
ἀντιγραφὴ Παίτου. ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Λικιννίου Στασιθέμιδος,
Ξανδικοῦ γʹ Τα[νδά]σε[ος(?)] τοῦ Δημητρίου πρυτάνεως εἰσγραφαὶ τει-
20 μῶν. Ἀρτεμισίου αʹ ἀπόλογος βουλῆς· γʹ ψήφισμα Μαυσώλῳ
Ἰάσονος, Δημητρίου βʹ τοῦ Μεγίστου γʹ εἰσγραφαὶ τειμῶν Μαυσώλου τοῦ
[Ἰάσονος· Λώου ιγʹ
IIA.1 [ψήφ]ισμα [Μυρέ]ων·
ἔδοξε Μυρέων τῆς μητροπόλεος
τοῦ Λυκίων ἔθνους τῇ βουλῇ καὶ τῷ δ[ήμ]ῳ·
ἐπ<ε>ὶ Ἰάσων Νεικοστράτου, πολείτης ἠμῶ[ν],
5 ἀνὴρ ἀξιόλογος, πρ[ω]τεύων ἔν τε τῷ ἔθνει
καὶ τῆς πόλε[ω]ς ἡμῶν, γεγον[ὼ]ς ἀρχιερεὺς [τῶν]
Σ[εβ]αστῶν καὶ γραμματεὺς Λυκίων, ] ἀρχῆς ἀγαθὴν
δ[ιάθ]ε[σ]ι[ν] ἔχει πρὸς [τὴ]ν πόλιν ἡμῶν [καὶ] ἡγ[ω]νοθέτησεν
τῆς πανηγύρεος τῆς ἀρχηγέτιδος [θ]εᾶς Ἐλευθέρας φιλο-
10 τείμως κ[α]ὶ με[γα]λο{συ}ψύχως {²⁶μεγαλοψύχως}²⁶, δωρεάς τε μεγαλοπρεπεῖς
πεποίηται εἴς τε κατασκευὴ[ν] στοᾶς πρὸ τοῦ κατα-
σκευασμένου βαλανείου [πρ]ὸς τῇ [π]λ[α]τείᾳ δηνάρια μύρια
μετὰ καὶ τῆς θ[υ]γατρὸς αὐτοῦ Λυ[κί]ας, κ[αὶ] ἐν πᾶσιν συν-
λα[μβάν]ετα[ι] τῇ πόλει ἡμῶν καὶ τὰ νῦν πάλιν ὑπέσκηται
15 μεγαλοψύχως ἰς τὴν τοῦ θεάτρου κατασκευὴν δηνάρια μύρια
μετὰ [κ]α[ὶ τ]οῦ πεν[θερ]οῦ αὐτοῦ Πολυχάρμου τρὶς τοῦ
καὶ Ἰάσονο[ς],[ς ἐπ]ὶ τούτο[ις] τὴ[ν β]ουλὴν καὶ τὸν δῆ-
μον τ[ε]ι[μῆσαι] αὐτὸν πανοικ[εί] {²⁷Wilhelm; πανοικ[ίᾳ] ed.pr.}²⁷, τύχῃ ἀγαθῇ δεδό-
χθαι Μυρέων τ[ῆ]ς μητροπόλε[ω]ς τοῦ Λυκίων
20 ἔθνους τῇ βουλῇ καὶ τῷ δήμῳ τετειμῆσθαι
καὶ διὰ τοῦδε τοῦ ψηφίσματος τὸν κράτιστον
Λυκιάρχην [Ἰά]σονα Νεικοστράτου ἐφ’ ᾗ πεποίηται
23a καὶ τὰ νῦν ὑποσχέσει ἰς τὴ[ν τ]ο[ῦ] θεάτρο[υ] κατασκευήν.
IIB.23b ψή[φ]ισμα Παταρέων·
24 ἔδοξε Παταρέων
25 τῆς μητροπόλεως τοῦ
Λυκίων ἔθνους τῇ βουλῇ
καὶ τῷ δήμῳ καὶ τῇ γερουσίᾳ·
ἐπεὶ Ἰάσων Νεικοστράτου,
ὁ ἀξιολογώτατος πολείτης
30 ἡμῶν, οὐ μόνον ἐν τῷ λα<μ>προ-
τάτῳ Λυκίων ἔθνει τὴν ἑαυτοῦ
μεγαλοφροσύνην, δι’ ἧς ἐτέλε-
σεν Λυκιαρχείας, ἐπεδείξατο,
ἀλλὰ καὶ τὴν ἡμετέραν πόλιν
35 διαφερόντως ταῖς τῆς ἀρχῆς
φιλο[τ]ειμίαις ἐκόσμησεν,
ὧν μέγιστον μέρος καὶ ἡ
πρὸς τὸν πατρῷον ἡμῶν
θεὸν Ἀπό[λλ]ωνα εὐσέβεια
40 αὐτοῦ, κοσμήσαντος καὶ δι’
ἀναθημάτων ἐπισήμων
τὸ ἱερὸν, δι’ ὧν φαίνεται διη-
νεκὴς ἥ τε πρὸς τὸν θεὸν
εὐσέβεια καὶ ἡ πρὸς τὴν πόλιν
45 τειμή· ἐπὶ δὲ τούτοις ἅπασιν
ἡ πόλις ἡμῶν ἡ μητρόπολις τοῦ
Λυκίων ἔθνους ἔν τε τῇ ἀρ-
χερεσιακῇ ἐκλησίᾳ ἐτείμησεν
IIIA.1 Ἰάσ[ονα Νεικοστράτου Κυανεί]τη[ν καὶ] Πα[τ]α[ρέ]α, πολειτευόμενον δὲ καὶ ἐν ταῖς κατὰ Λ[υκί]αν πόλεσι
πάσ[αις — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — —]
IIIB.4 [ψ]ήφισμ[α κοινοῦ. τύχῃ ἀγα]θῇ. προβουλευσ[— — —]
5 [— — — γ]ενέσθαι ψήφισμ[α]
ε[ὐ]χαρισ[τ]η[τι]κὸ[ν] τῷ με[γί]σ[τῳ] Αὐτοκράτορι Καίσ[αρι]
[Τί]τῳ Αἰλίῳ Ἁδριανῷ Ἀν[τωνεί]νῳ Σεβαστῷ Εὐσεβεῖ,
πατρὶ πατρίδος, [․․․]ΛΟ[․․]εφύλα[ξ]ε καὶ αὐτὸ[ς] τὴν [τ]ο[ῦ] ἔ-
θνους γνώμην περὶ ὧν ἐψηφίσατο [τ]ει[μ]ῶν Ἰάσονι Νεικοσ-
10 τράτου, γεγονότι Λυκιάρχῃ, καὶ ἔδοξ[εν] συνγραφῆναι τὸ ψή-
φισμα ὃ καὶ ἀνα[δ]ο[θῆν]αι τῷ μεγίστῳ α[ὐτ]οκ[ρά]τορι ὑπὸ Γαίου
[Λι]κ(ιννίου) Φρόντωνος, εἰσηγησαμένου Γ(αΐου) Λ(ικιννίου) Φρόντωνος υἱοῦ Σε[κο]-
[υν]δείνου, ἐπιψηφισαμένου δὲ Ὀπραμόου [το]ῦ Ἀπολλωνίου,
ἔδοξε τῇ κοινῇ τοῦ Λυκίων ἔθνους ἐννόμῳ βουλῇ· ἐπεὶ ὁ μέ-
15 [γ]ιστο[ς καὶ ἐ]νφα[νέστ]ατο[ς] θεῶν Αὐτο[κ]ράτωρ Καῖσαρ Τίτος
Αἴλιος Ἁδρ[ιανὸς Ἀν]τωνεῖνος Σεβαστὸς Εὐσεβής, πατὴρ
πατρίδο[ς, πάσας ε][ερ]γε[τ]ῶν τὰς ἐπαρχείας, παρέχει [δ]ικαιο-
σύνην Ε[․․․]ΤΟ[․․․․]ΣΙΑ[․․․ πᾶσι]ν ἀνθρώπ[οι]ς, ἐν δὲ τῇ ἀχθ[είσῃ]
ἐπ’ αὐτὸν [κατ]ηγ[ορίᾳ][π]ὸ Μολέους [․]ΕΝ[․]Α[․]Ι ἐπιγν[οὺ]ς [συκ]ο-
20 φαντούμε[νο]ν [Ἰ]άσονα Νεικοσ{σ}τράτου {²⁶Νεικοστράτου}²⁶, τὸν ἀξιολογώ[τα]-
τον Λυκιάρχην κα[ὶ γέ]νους ἕνεκεν κα[ὶ ἰδ]ίᾳ οὐδενὸς [τ]ῶν
ἐν τῇ ἐπαρχείᾳ δεύτερο[ν], ἐτή[ρ]ησεν [μὲν τ]ὴν τοῦ ἔθνους γν[ώ]-
μην, συνεφύλα[ξ]εν δὲ καὶ ἐπεκόσμησ[ε]ν τὴν τοῦ ἀνδρὸς [τειμ]ήν,
ὡς διὰ τὴν ἱερὰν αὐτο[ῦ κ]αὶ ἀσύνκριτον κρίσιν ἀνεστάλθ[αι] μὲν
25 τὴν τοῦ Μόλ[η]τος προαίρεσιν, ἀποδεδόσθαι δὲ τῷ [Ἰάσονι — — —]
IIIC.26 [πάσας] τὰς καὶ τοις
[ἄλ]λοις Λυκιάρ[χα]ις
[δεδ]ομένας τειμάς·
τύχῃ ἀγαθῇ, δεδόχθαι
30 τῇ κοινῇ τοῦ Λυκίων
ἔθνους ἐννόμῳ βουλῇ
[εὐ]χ[α]ριστηθῆναι καὶ ἐπὶ
το[ύ]τοις τὸν μέγιστον
καὶ θεῶν ἐνφαν[έ]στατον
35 Αὐτοκράτορα [Κα]ίσαρα
Τ[ί]τ(ον) Αἴλιον [Ἁδρ]ιανὸν
Ἀντωνεῖ[νον] Σεβαστὸν
Εὐσ[εβῆ, π]ατέρα πατρίδος,
[ἐπειδὴ] καὶ ἐν τούτοις
40 [ἐκόσμ(?)]ησεν ἡμῶν
τὴν [Λυκ]ιαρχείαν.
IIID.42 Αὐτοκράτωρ Καῖσαρ, θεο[ῦ]
Ἁδριανοῦ υἱός, θεοῦ Τραιανοῦ
Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα
45 ἔγγονος, Τίτος Αἴλιος Ἁδριανὸς
Ἀντωνεῖνος Σεβαστός, [ἀρχ]ιερεὺς
μέγιστος, δημαρχικῆς ἐξουσίας
τὸ ηʹ, αὐτοκράτωρ τὸ βʹ, ὕπατος τὸ [δʹ],
πατ[ὴρ] πατρίδος, τῷ [κ]οινῷ τῷ Λ[υ]κ[ίων]
50               χαίρειν.
ὃ ἰσηφρονήσα Υ[․․]ΛΙ[․]ΟΙΝ[․․]ΗΝΠ[—]
Ἰάσονος τοῦ Λυκιάρ[χου ․]Ο[․․․․․․]
εἰς ὅσον ΕΣΘΗΘ[․․․․․]ΕΛ[․․․․․]
τεκμηρίοις τοῖς [ἐπεσταλμέ]νο[ις]
55     ὑφ’ ὑμῶν [π]ρὸ[ς] ἡμ[ᾶ]ς.
ἐπρέσβευεν Λικίννιος Φρόντων.
εὐτυχεῖτε. πρὸ [—ʹ]
Σεπτεμβρ(ίων) ἀπὸ [Ῥώμ(?)]ης.
Search Help
Contact Us