[ ]
Lycia — Kyaneai (Yavu) — 138-161 AD — Serta Harteliana (1896) 1-7 — IGR 3.704
I.1 | χρόνοι ψηφισμάτων τειμητικῶν καὶ ἐπι[στολ]ῶν γραφισῶν |
ἡγεμόσι καὶ ἀντιγραφῶν περὶ Ἰάσονος τοῦ Νεικοστράτου Λυκιάρχου | |
εἰσὶν καθὼς ὑπογέγραπται· | |
Κυανειτῶν. | |
5 | ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Φλαυίου Ἀττάλου, μηνὸς Ἀρτεμεισίου ιαʹ, |
Εὐδήμου τοῦ Ἀρτοπάτου γραματέως Καλεστρίῳ Τείρωνι ἡγεμόνι | |
καὶ ἀντιγραφὴ Τείρωνος· μ[ηνὸς Ἀ]ρτ[εμ]εισίου ηʹ Μυλητῶν· Λώου λʹ | |
Χωματειτῶν· Γορπιαί[ου —ʹ] Μυρέων. ἐπὶ ἀρχιερέ(ως) τῶν Σεβαστῶν Ἰουλίου | |
Τιτιανοῦ Φ[α]ν[ί]ου, μηνὸς Δείου ϛʹ Κανδυβέων, ιεʹ Λιμυρέων· Ἀπελλαίου λʹ | |
10 | Κορυδαλλέων, Φελλειτῶν· Ἀρτεμεισίου εʹ [Τ]ρεβενδατῶν· ιηʹ Ποδαλιωτῶ[ν]. |
ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Φλαυίου Σώσου, μηνὸς Δύστρου —ʹ Ἀντιφελλειτ[ῶν]· | |
Ἀρτεμεισίου βʹ Γαγατῶν, Ὀλυνπηνῶν· γʹ Ἀρυκανδέων· ιθʹ Φασειλειτῶ[ν], | |
Ἰουλίου Παίτου ἡγεμόνος ἐπιστολὴ περὶ λογιστείας Ἀρυκανδέων. | |
ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Οὐηρανίου Π[ρ]εισκιανοῦ, μηνὸς Δείου κʹ(?) | |
15 | ἐπιστολὴ Μολέους τοῦ καὶ Ἀλκίμου Ἰουνίῳ Παίτῳ· Ἀπελλαίου βʹ(?) |
ἀντιγραφὴ Παίτου· Ἀρτεμεισίου γʹ ἐκλησίας ἀπόλογος· Δαισίου καʹ | |
ἐπιστολὴ Μολέους τοῦ καὶ Ἀλκίμου Ἰουνίῳ Παίτῳ· Ὑπερβερεταίου ιηʹ | |
ἀντιγραφὴ Παίτου. ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Λικιννίου Στασιθέμιδος, | |
Ξανδικοῦ γʹ Τα[νδά]σε[ος(?)] τοῦ Δημητρίου πρυτάνεως εἰσγραφαὶ τει- | |
20 | μῶν. Ἀρτεμισίου αʹ ἀπόλογος βουλῆς· γʹ ψήφισμα Μαυσώλῳ |
Ἰάσονος, Δημητρίου βʹ τοῦ Μεγίστου γʹ εἰσγραφαὶ τειμῶν Μαυσώλου τοῦ | |
[Ἰάσονος· Λώου ιγʹ | |
IIA.1 | [ψήφ]ισμα [Μυρέ]ων· |
ἔδοξε Μυρέων τῆς μητροπόλεος | |
τοῦ Λυκίων ἔθνους τῇ βουλῇ καὶ τῷ δ[ήμ]ῳ· | |
ἐπ<ε>ὶ Ἰάσων Νεικοστράτου, πολείτης ἠμῶ[ν], | |
5 | ἀνὴρ ἀξιόλογος, πρ[ω]τεύων ἔν τε τῷ ἔθνει |
καὶ τῆς πόλε[ω]ς ἡμῶν, γεγον[ὼ]ς ἀρχιερεὺς [τῶν] | |
Σ[εβ]αστῶν καὶ γραμματεὺς Λυκίων, ἐ[ξ] ἀρχῆς ἀγαθὴν | |
δ[ιάθ]ε[σ]ι[ν] ἔχει πρὸς [τὴ]ν πόλιν ἡμῶν [καὶ] ἡγ[ω]νοθέτησεν | |
τῆς πανηγύρεος τῆς ἀρχηγέτιδος [θ]εᾶς Ἐλευθέρας φιλο- | |
10 | τείμως κ[α]ὶ με[γα]λο{συ}ψύχως {²⁶μεγαλοψύχως}²⁶, δωρεάς τε μεγαλοπρεπεῖς |
πεποίηται εἴς τε κατασκευὴ[ν] στοᾶς πρὸ τοῦ κατα- | |
σκευασμένου βαλανείου [πρ]ὸς τῇ [π]λ[α]τείᾳ δηνάρια μύρια | |
μετὰ καὶ τῆς θ[υ]γατρὸς αὐτοῦ Λυ[κί]ας, κ[αὶ] ἐν πᾶσιν συν- | |
λα[μβάν]ετα[ι] τῇ πόλει ἡμῶν καὶ τὰ νῦν πάλιν ὑπέσκηται | |
15 | μεγαλοψύχως ἰς τὴν τοῦ θεάτρου κατασκευὴν δηνάρια μύρια |
μετὰ [κ]α[ὶ τ]οῦ πεν[θερ]οῦ αὐτοῦ Πολυχάρμου τρὶς τοῦ | |
καὶ Ἰάσονο[ς], ὡ[ς ἐπ]ὶ τούτο[ις] τὴ[ν β]ουλὴν καὶ τὸν δῆ- | |
μον τ[ε]ι[μῆσαι] αὐτὸν πανοικ[εί] {²⁷Wilhelm; πανοικ[ίᾳ] ed.pr.}²⁷, τύχῃ ἀγαθῇ δεδό- | |
χθαι Μυρέων τ[ῆ]ς μητροπόλε[ω]ς τοῦ Λυκίων | |
20 | ἔθνους τῇ βουλῇ καὶ τῷ δήμῳ τετειμῆσθαι |
καὶ διὰ τοῦδε τοῦ ψηφίσματος τὸν κράτιστον | |
Λυκιάρχην [Ἰά]σονα Νεικοστράτου ἐφ’ ᾗ πεποίηται | |
23a | καὶ τὰ νῦν ὑποσχέσει ἰς τὴ[ν τ]ο[ῦ] θεάτρο[υ] κατασκευήν. |
IIB.23b | ψή[φ]ισμα Παταρέων· |
24 | ἔδοξε Παταρέων |
25 | τῆς μητροπόλεως τοῦ |
Λυκίων ἔθνους τῇ βουλῇ | |
καὶ τῷ δήμῳ καὶ τῇ γερουσίᾳ· | |
ἐπεὶ Ἰάσων Νεικοστράτου, | |
ὁ ἀξιολογώτατος πολείτης | |
30 | ἡμῶν, οὐ μόνον ἐν τῷ λα<μ>προ- |
τάτῳ Λυκίων ἔθνει τὴν ἑαυτοῦ | |
μεγαλοφροσύνην, δι’ ἧς ἐτέλε- | |
σεν Λυκιαρχείας, ἐπεδείξατο, | |
ἀλλὰ καὶ τὴν ἡμετέραν πόλιν | |
35 | διαφερόντως ταῖς τῆς ἀρχῆς |
φιλο[τ]ειμίαις ἐκόσμησεν, | |
ὧν μέγιστον μέρος καὶ ἡ | |
πρὸς τὸν πατρῷον ἡμῶν | |
θεὸν Ἀπό[λλ]ωνα εὐσέβεια | |
40 | αὐτοῦ, κοσμήσαντος καὶ δι’ |
ἀναθημάτων ἐπισήμων | |
τὸ ἱερὸν, δι’ ὧν φαίνεται διη- | |
νεκὴς ἥ τε πρὸς τὸν θεὸν | |
εὐσέβεια καὶ ἡ πρὸς τὴν πόλιν | |
45 | τειμή· ἐπὶ δὲ τούτοις ἅπασιν |
ἡ πόλις ἡμῶν ἡ μητρόπολις τοῦ | |
Λυκίων ἔθνους ἔν τε τῇ ἀρ- | |
χερεσιακῇ ἐκλησίᾳ ἐτείμησεν | |
IIIA.1 | Ἰάσ[ονα Νεικοστράτου Κυανεί]τη[ν καὶ] Πα[τ]α[ρέ]α, πολειτευόμενον δὲ καὶ ἐν ταῖς κατὰ Λ[υκί]αν πόλεσι |
πάσ[αις — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — —] | |
IIIB.4 | [ψ]ήφισμ[α κοινοῦ. τύχῃ ἀγα]θῇ. προβουλευσ[— — —] |
5 | [— — — γ]ενέσθαι ψήφισμ[α] |
ε[ὐ]χαρισ[τ]η[τι]κὸ[ν] τῷ με[γί]σ[τῳ] Αὐτοκράτορι Καίσ[αρι] | |
[Τί]τῳ Αἰλίῳ Ἁδριανῷ Ἀν[τωνεί]νῳ Σεβαστῷ Εὐσεβεῖ, | |
πατρὶ πατρίδος, [․․․]ΛΟ[․․]εφύλα[ξ]ε καὶ αὐτὸ[ς] τὴν [τ]ο[ῦ] ἔ- | |
θνους γνώμην περὶ ὧν ἐψηφίσατο [τ]ει[μ]ῶν Ἰάσονι Νεικοσ- | |
10 | τράτου, γεγονότι Λυκιάρχῃ, καὶ ἔδοξ[εν] συνγραφῆναι τὸ ψή- |
φισμα ὃ καὶ ἀνα[δ]ο[θῆν]αι τῷ μεγίστῳ α[ὐτ]οκ[ρά]τορι ὑπὸ Γαίου | |
[Λι]κ(ιννίου) Φρόντωνος, εἰσηγησαμένου Γ(αΐου) Λ(ικιννίου) Φρόντωνος υἱοῦ Σε[κο]- | |
[υν]δείνου, ἐπιψηφισαμένου δὲ Ὀπραμόου [το]ῦ Ἀπολλωνίου, | |
ἔδοξε τῇ κοινῇ τοῦ Λυκίων ἔθνους ἐννόμῳ βουλῇ· ἐπεὶ ὁ μέ- | |
15 | [γ]ιστο[ς καὶ ἐ]νφα[νέστ]ατο[ς] θεῶν Αὐτο[κ]ράτωρ Καῖσαρ Τίτος |
Αἴλιος Ἁδρ[ιανὸς Ἀν]τωνεῖνος Σεβαστὸς Εὐσεβής, πατὴρ | |
πατρίδο[ς, πάσας ε]ὐ[ερ]γε[τ]ῶν τὰς ἐπαρχείας, παρέχει [δ]ικαιο- | |
σύνην Ε[․․․]ΤΟ[․․․․]ΣΙΑ[․․․ πᾶσι]ν ἀνθρώπ[οι]ς, ἐν δὲ τῇ ἀχθ[είσῃ] | |
ἐπ’ αὐτὸν [κατ]ηγ[ορίᾳ] ὑ[π]ὸ Μολέους [․]ΕΝ[․]Α[․]Ι ἐπιγν[οὺ]ς [συκ]ο- | |
20 | φαντούμε[νο]ν [Ἰ]άσονα Νεικοσ{σ}τράτου {²⁶Νεικοστράτου}²⁶, τὸν ἀξιολογώ[τα]- |
τον Λυκιάρχην κα[ὶ γέ]νους ἕνεκεν κα[ὶ ἰδ]ίᾳ οὐδενὸς [τ]ῶν | |
ἐν τῇ ἐπαρχείᾳ δεύτερο[ν], ἐτή[ρ]ησεν [μὲν τ]ὴν τοῦ ἔθνους γν[ώ]- | |
μην, συνεφύλα[ξ]εν δὲ καὶ ἐπεκόσμησ[ε]ν τὴν τοῦ ἀνδρὸς [τειμ]ήν, | |
ὡς διὰ τὴν ἱερὰν αὐτο[ῦ κ]αὶ ἀσύνκριτον κρίσιν ἀνεστάλθ[αι] μὲν | |
25 | τὴν τοῦ Μόλ[η]τος προαίρεσιν, ἀποδεδόσθαι δὲ τῷ [Ἰάσονι — — —] |
IIIC.26 | [πάσας] τὰς καὶ τοις |
[ἄλ]λοις Λυκιάρ[χα]ις | |
[δεδ]ομένας τειμάς· | |
τύχῃ ἀγαθῇ, δεδόχθαι | |
30 | τῇ κοινῇ τοῦ Λυκίων |
ἔθνους ἐννόμῳ βουλῇ | |
[εὐ]χ[α]ριστηθῆναι καὶ ἐπὶ | |
το[ύ]τοις τὸν μέγιστον | |
καὶ θεῶν ἐνφαν[έ]στατον | |
35 | Αὐτοκράτορα [Κα]ίσαρα |
Τ[ί]τ(ον) Αἴλιον [Ἁδρ]ιανὸν | |
Ἀντωνεῖ[νον] Σεβαστὸν | |
Εὐσ[εβῆ, π]ατέρα πατρίδος, | |
[ἐπειδὴ] καὶ ἐν τούτοις | |
40 | [ἐκόσμ(?)]ησεν ἡμῶν |
τὴν [Λυκ]ιαρχείαν. | |
IIID.42 | Αὐτοκράτωρ Καῖσαρ, θεο[ῦ] |
Ἁδριανοῦ υἱός, θεοῦ Τραιανοῦ | |
Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα | |
45 | ἔγγονος, Τίτος Αἴλιος Ἁδριανὸς |
Ἀντωνεῖνος Σεβαστός, [ἀρχ]ιερεὺς | |
μέγιστος, δημαρχικῆς ἐξουσίας | |
τὸ ηʹ, αὐτοκράτωρ τὸ βʹ, ὕπατος τὸ [δʹ], | |
πατ[ὴρ] πατρίδος, τῷ [κ]οινῷ τῷ Λ[υ]κ[ίων] | |
50 | χαίρειν. |
ὃ ἰσηφρονήσα Υ[․․]ΛΙ[․]ΟΙΝ[․․]ΗΝΠ[—] | |
Ἰάσονος τοῦ Λυκιάρ[χου ․]Ο[․․․․․․] | |
εἰς ὅσον ΕΣΘΗΘ[․․․․․]ΕΛ[․․․․․] | |
τεκμηρίοις τοῖς [ἐπεσταλμέ]νο[ις] | |
55 | ὑφ’ ὑμῶν [π]ρὸ[ς] ἡμ[ᾶ]ς. |
ἐπρέσβευεν Λικίννιος Φρόντων. | |
εὐτυχεῖτε. πρὸ [—ʹ] | |
Σεπτεμβρ(ίων) ἀπὸ [Ῥώμ(?)]ης. |