[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 185 AD — FdXanthos VII 68+
1 Κοΐντον Οὐηράνιον Κο̣ΐντου Οὐηρανίου
Εὐδήμου υἱὸν Κλοστομείνα Εὔδημον Ῥωμαῖον
καὶ Ξάνθιον, ἄνδρα καλὸν καὶ ἀγαθὸν λόγοις καὶ
ἤθεσιν καὶ φιλοτεκνίᾳ διενένκαντα, πολειτε[υ]-
5 σάμενον τὰ συμφέροντα καὶ διὰ παντὸς συνήγο-
ρον τοῦ δήμου γενόμενον, ἱερατεύσα̣ν̣τ̣α̣ τῶν Σ̣ε̣-
β̣α̣στῶν καὶ πρυτανεύσαντα κα̣ὶ̣ [— — — — — — —]
[κ]αὶ γυμνασιαρχήσα̣ν̣[τα — —]Σ τῶν τε νέων καὶ γε-
[ρ]αιῶν καὶ τὰς λο[ιπὰς ἀρχὰ]ς τελέσαντα πάσας
10 μεγαλοφρόνως [καὶ — — —]ΙΜΩΣ καὶ ἁγνῶς, υἱὸν
Οὐηρανίου Εὐδ̣ή̣μο[υ, ἀδ]ελφὸν Οὐηρανίου Τλη-
πολέμου, πατέρα Οὐ[ηρανί]ου Πρείσκου τοῦ καὶ
Εὐδήμου, πά[ππ]ον Τιβ[ερίο]υ Κλαυδίου Τηλεμάχο̣υ̣,
πάντων ἀρχ[ιερ]έων τ[ῶν Σ]εβαστῶν καὶ γραμμα-
15 τέων Λυκ[ίων τοῦ ἔθνου]ς, πατέρα Μαρκίας vacat
Τληπο[λεμίδος ἀρχιερεία]ς τῶν Σεβαστῶν Λυκί-
ων τοῦ [κοινοῦ, τετειμημέ]νον ὑπό τε τοῦ Λυ-
κίων ἔθ[νους καὶ] ὑπὸ τῆς πόλεως ταῖς
vacat[— — — τε]ι̣μαῖς,  vacat
                   vacat 0.055 m
20 Ξα[νθίων ἡ βουλὴ καὶ ἡ γ]ερουσία καὶ ὁ δῆμος
[τὸν — — — — — — — καὶ] σ̣υνήγορον̣. vacat
Search Help
Contact Us