[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — Rom. Imp. period
1 | τὸ ἡρῷον κατεσκεύασαν Ῥοῦφος Ἰάσονος καὶ Μιον |
Τληπολέμου Ξάνθιοι ἐπὶ τῷ τεθῆναι αὐτοὺς μὲν | |
ἐν τῇ ἄντικρυς πυαλίδι, ἐν δὲ τῇ ἐν δεξιοῖς τὸν υἱὸν | |
αὐτῶν Τληπόλεμον, ἐν δὲ τῇ ἐν εὐωνύμοις τὰ ἕτερα | |
5 | τέκνα αὐτῶν καὶ τὰ ἐκ νομίμων γάμων γεννηθέντα αὐ- |
τοῖς, ἑτέρῳ δὲ μηδενὶ ἐξεῖναι θάψαι τινὰ ἢ ὁ θάψας τινὰ | |
ἀποτείσει τῇ σεμνοτάτῃ γερουσίᾳ 𐆖 φʹ καὶ ὁ ἐλένξας | |
λήμψεται ἀπ’ αὐτῶν 𐆖 ρʹ. |