[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — Rom. Imp. period
1 τὸ ἡρῷον κατεσκεύασαν Ῥοῦφος Ἰάσονος καὶ Μιον
Τληπολέμου Ξάνθιοι ἐπὶ τῷ τεθῆναι αὐτοὺς μὲν
ἐν τῇ ἄντικρυς πυαλίδι, ἐν δὲ τῇ ἐν δεξιοῖς τὸν υἱὸν
αὐτῶν Τληπόλεμον, ἐν δὲ τῇ ἐν εὐωνύμοις τὰ ἕτερα
5 τέκνα αὐτῶν καὶ τὰ ἐκ νομίμων γάμων γεννηθέντα αὐ-
τοῖς, ἑτέρῳ δὲ μηδενὶ ἐξεῖναι θάψαι τινὰ ἢ ὁ θάψας τινὰ
ἀποτείσει τῇ σεμνοτάτῃ γερουσίᾳ 𐆖 φʹ καὶ ὁ ἐλένξας
λήμψεται ἀπ’ αὐτῶν 𐆖 ρʹ.
Search Help
Contact Us