[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 152 AD — SEG 30.1535
1 | δωρεὰς ἔδωκεν· |
Λυκίων τῶι κοινῶι εἰς μὲν | |
διανομὰς μ(υριάδας) κεʹ, | |
εἰς δὲ τὸ ἐν τῶι ἱερῶι ἐθνικὸν | |
5 | Καισάρειον μ(υριάδας) γʹ |
Ξανθίοις δὲ γε[ρουσ]ί̣α̣ι̣ μ̣(υριάδας) α̣ʹ, | |
ὑπὲρ Ἑλένης μ(υριάδας) γʹ, εἰς γυναικεῖ- | |
ον βαλανεῖον μ(υριάδας) αʹ, εἰς τὰ ἐν τῶι | |
ἱερῶι ἔργα μ(υριάδας) ιβʹ (ἥμισυ), εἰς τὸ γυμνάσιον | |
10 | καὶ τὸ ἐν αὐτῶι βαλανεῖον μ(υριάδας) δʹ (ἥμισυ) |
εἰς τὴν ἀγορὰν μ(υριάδας) γʹ, ὅ(λον) μ(υριάδας) κεʹ. | |
Παταρεῦσιν εἰς μὲν στοὰν τὴν | |
ὑπ’ αὐτοῦ γεγονυῖαν διπλῆν πρὸς | |
τῶι λιμένι μ(υριάδας) δʹ, εἰς δὲ σιτομέτριον | |
15 | μ(υριάδας) αʹ, εἰς δὲ πανήγυριν μ(υριάδας) βʹ ͵β, ὅ(λον) μ(υριάδας) ζʹ ͵β. |
Μυρεῦσιν εἰς τὸ περίστυλον τοῦ | |
γυμνασίου καὶ τὴν σκούτλωσιν | |
αὐτοῦ καὶ τοὺς κείονας μ(υριάδας) εʹ ξʹ | |
Τλωεῦσιν εἰς μὲν βαλανεῖον μ(υριάδας) γʹ | |
20 | εἰς δὲ τὴν ἀγορὰν μ(υριάδας) εʹ, ὅ(λον) μ(υριάδας) ηʹ |
πᾶσιν δὲ τοῖς ἐν Λυκίαι κατὰ πόλιν | |
βουλευταῖς ἀνὰ (δραχμὰς) ιʹ | |
Ξανθίοις δὲ πᾶσι καὶ σίτου ἑκάστωι ἀνὰ μο(δίους) ι | |
τὰ δὲ τέκνα πάντα τῶν πολειτῶν παιδεύ- | |
25 | ει τε καὶ τρέφει, ἔτεσιν μὲν ιϛ αὐτὸς ἀνα- |
δεξάμενος τὴν φροντίδα, μετὰ ταῦτα δὲ | |
κτήσεις καὶ ἀργύρια ἀναθεὶς τῆι πόλει σὺν | |
ἐνιαυτοῦ προενθήκηι, ὥστε ἐκ τῆς προσόδου | |
εἰς αἰῶνα τὴν χάριν αὐτοῦ φυλάσσεσθαι· | |
30 | δίδωσιν δὲ καὶ κηδευτικὸν τοῖς βιώσασιν, |
ἐκδίδωσιν δὲ καὶ τὰς πενιχρὰς παρθένους, | |
τρέφει δὲ καὶ τοὺς πενομένους. | |
τὰς στοὰς τάς τε ἁπλᾶς καὶ τὰς διπλᾶς τοῦ ἱεροῦ | |
τῆς Λητοῦς ἐμπρησθείσας καὶ τὸ Καισάρει- | |
35 | ον ἀποκαταστήσας ἐκ τῶν ἰδίων καὶ κα- |
θιερῶν τὰ ἔργα ἔδωκεν | |
τῆι μὲν βουλῆι καὶ γερουσίαι [κ]αὶ τοῖς | |
σιτομετρουμένοις ἀν[{αν}δράσ]ι̣ν {²⁶ἀνδράσιν}²⁶ ͵α | |
τοῖς δὲ λοιποῖς πολείται[ς κ]αὶ | |
40 | μετοίκοις ἀνὰ (δραχμὰς) ι. |
τόκους δὲ ἀνῆκεν καὶ ἀρχαῖα | |
ἐχαρίσατο εἰς μ(υριάδας) μʹ. |