[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 152 AD — SEG 30.1535
| 1 | δωρεὰς ἔδωκεν· |
| Λυκίων τῶι κοινῶι εἰς μὲν | |
| διανομὰς μ(υριάδας) κεʹ, | |
| εἰς δὲ τὸ ἐν τῶι ἱερῶι ἐθνικὸν | |
| 5 | Καισάρειον μ(υριάδας) γʹ |
| Ξανθίοις δὲ γε[ρουσ]ί̣α̣ι̣ μ̣(υριάδας) α̣ʹ, | |
| ὑπὲρ Ἑλένης μ(υριάδας) γʹ, εἰς γυναικεῖ- | |
| ον βαλανεῖον μ(υριάδας) αʹ, εἰς τὰ ἐν τῶι | |
| ἱερῶι ἔργα μ(υριάδας) ιβʹ (ἥμισυ), εἰς τὸ γυμνάσιον | |
| 10 | καὶ τὸ ἐν αὐτῶι βαλανεῖον μ(υριάδας) δʹ (ἥμισυ) |
| εἰς τὴν ἀγορὰν μ(υριάδας) γʹ, ὅ(λον) μ(υριάδας) κεʹ. | |
| Παταρεῦσιν εἰς μὲν στοὰν τὴν | |
| ὑπ’ αὐτοῦ γεγονυῖαν διπλῆν πρὸς | |
| τῶι λιμένι μ(υριάδας) δʹ, εἰς δὲ σιτομέτριον | |
| 15 | μ(υριάδας) αʹ, εἰς δὲ πανήγυριν μ(υριάδας) βʹ ͵β, ὅ(λον) μ(υριάδας) ζʹ ͵β. |
| Μυρεῦσιν εἰς τὸ περίστυλον τοῦ | |
| γυμνασίου καὶ τὴν σκούτλωσιν | |
| αὐτοῦ καὶ τοὺς κείονας μ(υριάδας) εʹ ξʹ | |
| Τλωεῦσιν εἰς μὲν βαλανεῖον μ(υριάδας) γʹ | |
| 20 | εἰς δὲ τὴν ἀγορὰν μ(υριάδας) εʹ, ὅ(λον) μ(υριάδας) ηʹ |
| πᾶσιν δὲ τοῖς ἐν Λυκίαι κατὰ πόλιν | |
| βουλευταῖς ἀνὰ (δραχμὰς) ιʹ | |
| Ξανθίοις δὲ πᾶσι καὶ σίτου ἑκάστωι ἀνὰ μο(δίους) ι | |
| τὰ δὲ τέκνα πάντα τῶν πολειτῶν παιδεύ- | |
| 25 | ει τε καὶ τρέφει, ἔτεσιν μὲν ιϛ αὐτὸς ἀνα- |
| δεξάμενος τὴν φροντίδα, μετὰ ταῦτα δὲ | |
| κτήσεις καὶ ἀργύρια ἀναθεὶς τῆι πόλει σὺν | |
| ἐνιαυτοῦ προενθήκηι, ὥστε ἐκ τῆς προσόδου | |
| εἰς αἰῶνα τὴν χάριν αὐτοῦ φυλάσσεσθαι· | |
| 30 | δίδωσιν δὲ καὶ κηδευτικὸν τοῖς βιώσασιν, |
| ἐκδίδωσιν δὲ καὶ τὰς πενιχρὰς παρθένους, | |
| τρέφει δὲ καὶ τοὺς πενομένους. | |
| τὰς στοὰς τάς τε ἁπλᾶς καὶ τὰς διπλᾶς τοῦ ἱεροῦ | |
| τῆς Λητοῦς ἐμπρησθείσας καὶ τὸ Καισάρει- | |
| 35 | ον ἀποκαταστήσας ἐκ τῶν ἰδίων καὶ κα- |
| θιερῶν τὰ ἔργα ἔδωκεν | |
| τῆι μὲν βουλῆι καὶ γερουσίαι [κ]αὶ τοῖς | |
| σιτομετρουμένοις ἀν[{αν}δράσ]ι̣ν {²⁶ἀνδράσιν}²⁶ ͵α | |
| τοῖς δὲ λοιποῖς πολείται[ς κ]αὶ | |
| 40 | μετοίκοις ἀνὰ (δραχμὰς) ι. |
| τόκους δὲ ἀνῆκεν καὶ ἀρχαῖα | |
| ἐχαρίσατο εἰς μ(υριάδας) μʹ. |