[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 152 AD — SEG 30.1534
1 | Λυκίω[ν] |
τὸ κοινὸν Ὀπραμόα[ν] | |
Ἀπολλωνίου βʹ τοῦ Καλ- | |
λιάδου Ῥοδιαπολείτην | |
5 | καὶ Μυρέα καὶ Παταρέα |
καὶ Τλωέα καὶ Ξάνθιον καὶ | |
Τελμεσέα καὶ Λιμυρέα, πο- | |
λειτευόμενον δὲ καὶ ἐν ταῖς | |
κατὰ Λυκίαν πόλεσιν πάσαις, | |
10 | τὸν γεγονότα ἀρχιερέα τῶν |
Σεβαστῶν, τὸν δὲ αὐτὸν καὶ | |
γραμματέα Λυκίων, χαρισά- | |
μενον ταῖς μὲν πόλεσιν | |
ἰδίᾳ ἑκάστῃ πλεῖστα, τῷ δὲ | |
15 | ἔθνει ἀγροὺς φέροντας προ- |
σόδου κατ’ ἔτος 𐆖 μ(υριάδας) βʹ ἐξ ὧ[ν] | |
λαμβάνουσιν Λυκίων ἕκα[σ]- | |
τος τῶν κοινοβούλων | |
ἀνὰ 𐆖 δέκα. |