REG 107 (1994) 321/322 REG 107 (1994) 349/350
[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — 2nd half 2nd c. BC — REG 107 (1994) 321-322 — LSM (1997) 499 Let 120 — SEG 44.1218
1 ἐπὶ ἱερέως τοῦ Ἀπόλλωνος Πτολεμαίου, τῆς δὲ
Ρώμης Δαιδάλου, πρὸ πόλεως δὲ Ἀρταπάτου,
Ἀντίγονος Ἀντιγόνου Ἰοβάτειος καὶ Σύμμα-
χος Λυκίσκου ἀστικὸς καὶ Λυκίσκος Εὐέλθον-
5 τος καὶ Ἀμύντας Δημέου Σαρπηδόνιοι καὶ Εὔ-
νομος Πυρρίχου Ἰοβάτειος, οἱ αἱρεθέντες ἄνδρες
ὑπὸ τοῦ δήμου συνγράψαι καὶ εἰσενεγκεῖν κα-
θότι ὑπάρξει ἰσοπολιτεί(α) Ξανθίοις καὶ Μυρεῦσι,
τάδε συνεγράψαμεν ἔχοντες τὴν κυριείαν
10 μετὰ τῶν ἀπεσταλμένων παρὰ Μυρέων ἀν-
δρῶν, Πλειστάρχου τοῦ Πλειστάρχου, Ἀργαίου
τοῦ Σατύρου, Δεξιφάνου τοῦ Τανδασιος,
ἐχόντων τὴν κυρείαν, ὑπάρχε̣ιν ἰσοπο-
λιτείαν Ξανθίοις καὶ Μυρεῦσι ἐπὶ τοῖσδε,
15 ἐφ’ ὧι ὅσοι ἂν βούλωνται Ξανθίω̣ν ἐν Μύ-
ροις προσγράφεσθαι πρὸς τὸ πολίτευμα
οἴσουσιν γράμματα παρὰ τῶν ἀρχόν-
των πρ(ὸ)ς τοὺς Μυρέων ἄρχοντας καὶ μεθέξου-
σιν πάντων καθότι καὶ οἱ ἄλλοι Μυρεῖς μετέ-
20 χουσιν καὶ χρηματίσζουσιν ἐν ἧι ἂν φυλῆι ἢ
δήμωι βούλωνται, καὶ οἱ πρυτάνεις προσγρα-
φέτωσαν αὐτοὺς εἰς φυλὴν καὶ δῆμον ἐπά-
ναγκες παραχρῆμα· κατὰ ταὐτὰ δὲ καὶ ὅσοι
ἂν Μυρέων βούλωνται προσγράφεσθαι πρὸ[ς]
25 τὸ ἐν Ξάνθωι πολίτευμα οἴσουσιν γράμ-
ματα παρὰ τῶν ἀρχόντων πρὸς τοὺς Ξαν-
θίων ἄρχοντας καὶ μεθέξουσιν πάντων κα-
θότι καὶ οἱ ἄλλοι Ξάνθιοι μετέχουσιν καὶ χρη-
ματιοῦσιν ἐν [ἧ]ι ἂν φυλῆι ἢ δήμωι βούλωνται,
30 καὶ οἱ πρυτάνεις προσγραφέτωσαν αὐτοὺς
εἰς φυλὴν καὶ δῆμον ἐπάνανκες παραχρῆμα.
ὅσοι δ’ ἂν μετὰ τήνδε τὴν σύνθεσιν Ξάν-
θιοι ὄντες προσγράφωντ̣αι πρὸς τὸ πολίτευ-
μα ἐν ἑκατέραι τῶν πόλεων, μὴ ἐξέστω
35 αὐτοῖς λαβοῦσιν γράμματα προσγράφεσθαι,
ἐὰν μὴ ὠικηκότες ὦσιν ἐν τῆι πόλει ἢ τοῖς
περ[ι]πολίοις, ὅθεν ἂν φέρωσιν τὰ γράμματα,
ἔτη τρία. ἐξέστω δὲ καὶ διορθώσασθαι τήν-
δε τὴν σύνθεσιν κατὰ τὸ κοινῆι συμφέρον
40 (πρεσβευσαμένα)ις ταῖς πόλεσι πρὸς αὑτάς.
(ἀναγραφῆναι δὲ τ)ήνδε τὴν σύνθεσιν εἰς
(στήλας λιθίνας δ)ύο καὶ ἀνατεθῆναι τὴμ
(μὲν μίαν ὑπὸ) Ξανθίων ἐν τῶι ἱερῶι τῆς Λητοῦς,
(τὴν δὲ ἄλλη)ν ὑπὸ Μυρέων ἐν τῶι ἱερῶι τῆς
45                  Ἀρτέμιδος.
Search Help
Contact Us