[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — 2nd half 2nd c. BC — REG 107 (1994) 321-322 — LSM (1997) 499 Let 120 — SEG 44.1218
| 1 | ἐπὶ ἱερέως τοῦ Ἀπόλλωνος Πτολεμαίου, τῆς δὲ |
| Ρώμης Δαιδάλου, πρὸ πόλεως δὲ Ἀρταπάτου, | |
| Ἀντίγονος Ἀντιγόνου Ἰοβάτειος καὶ Σύμμα- | |
| χος Λυκίσκου ἀστικὸς καὶ Λυκίσκος Εὐέλθον- | |
| 5 | τος καὶ Ἀμύντας Δημέου Σαρπηδόνιοι καὶ Εὔ- |
| νομος Πυρρίχου Ἰοβάτειος, οἱ αἱρεθέντες ἄνδρες | |
| ὑπὸ τοῦ δήμου συνγράψαι καὶ εἰσενεγκεῖν κα- | |
| θότι ὑπάρξει ἰσοπολιτεί(α) Ξανθίοις καὶ Μυρεῦσι, | |
| τάδε συνεγράψαμεν ἔχοντες τὴν κυριείαν | |
| 10 | μετὰ τῶν ἀπεσταλμένων παρὰ Μυρέων ἀν- |
| δρῶν, Πλειστάρχου τοῦ Πλειστάρχου, Ἀργαίου | |
| τοῦ Σατύρου, Δεξιφάνου τοῦ Τανδασιος, | |
| ἐχόντων τὴν κυρείαν, ὑπάρχε̣ιν ἰσοπο- | |
| λιτείαν Ξανθίοις καὶ Μυρεῦσι ἐπὶ τοῖσδε, | |
| 15 | ἐφ’ ὧι ὅσοι ἂν βούλωνται Ξανθίω̣ν ἐν Μύ- |
| ροις προσγράφεσθαι πρὸς τὸ πολίτευμα | |
| οἴσουσιν γράμματα παρὰ τῶν ἀρχόν- | |
| των πρ(ὸ)ς τοὺς Μυρέων ἄρχοντας καὶ μεθέξου- | |
| σιν πάντων καθότι καὶ οἱ ἄλλοι Μυρεῖς μετέ- | |
| 20 | χουσιν καὶ χρηματίσζουσιν ἐν ἧι ἂν φυλῆι ἢ |
| δήμωι βούλωνται, καὶ οἱ πρυτάνεις προσγρα- | |
| φέτωσαν αὐτοὺς εἰς φυλὴν καὶ δῆμον ἐπά- | |
| ναγκες παραχρῆμα· κατὰ ταὐτὰ δὲ καὶ ὅσοι | |
| ἂν Μυρέων βούλωνται προσγράφεσθαι πρὸ[ς] | |
| 25 | τὸ ἐν Ξάνθωι πολίτευμα οἴσουσιν γράμ- |
| ματα παρὰ τῶν ἀρχόντων πρὸς τοὺς Ξαν- | |
| θίων ἄρχοντας καὶ μεθέξουσιν πάντων κα- | |
| θότι καὶ οἱ ἄλλοι Ξάνθιοι μετέχουσιν καὶ χρη- | |
| ματιοῦσιν ἐν [ἧ]ι ἂν φυλῆι ἢ δήμωι βούλωνται, | |
| 30 | καὶ οἱ πρυτάνεις προσγραφέτωσαν αὐτοὺς |
| εἰς φυλὴν καὶ δῆμον ἐπάνανκες παραχρῆμα. | |
| ὅσοι δ’ ἂν μετὰ τήνδε τὴν σύνθεσιν Ξάν- | |
| θιοι ὄντες προσγράφωντ̣αι πρὸς τὸ πολίτευ- | |
| μα ἐν ἑκατέραι τῶν πόλεων, μὴ ἐξέστω | |
| 35 | αὐτοῖς λαβοῦσιν γράμματα προσγράφεσθαι, |
| ἐὰν μὴ ὠικηκότες ὦσιν ἐν τῆι πόλει ἢ τοῖς | |
| περ[ι]πολίοις, ὅθεν ἂν φέρωσιν τὰ γράμματα, | |
| ἔτη τρία. ἐξέστω δὲ καὶ διορθώσασθαι τήν- | |
| δε τὴν σύνθεσιν κατὰ τὸ κοινῆι συμφέρον | |
| 40 | (πρεσβευσαμένα)ις ταῖς πόλεσι πρὸς αὑτάς. |
| (ἀναγραφῆναι δὲ τ)ήνδε τὴν σύνθεσιν εἰς | |
| (στήλας λιθίνας δ)ύο καὶ ἀνατεθῆναι τὴμ | |
| (μὲν μίαν ὑπὸ) Ξανθίων ἐν τῶι ἱερῶι τῆς Λητοῦς, | |
| (τὴν δὲ ἄλλη)ν ὑπὸ Μυρέων ἐν τῶι ἱερῶι τῆς | |
| 45 | Ἀρτέμιδος. |