[ ]
Lycia, W. — Telmessos (Fethiye-Makri) — 181 BC — Clara Rhodos 9 (1938) 190-208 — LSM (1997) 118 Tel 5
| 1 | [βα]σιλεὺς Εὐμένης Ἀρτεμιδώρωι. ἀνεγνώσ- |
| θη μοι ἃ ὑπογεγράφεις ἐν τῇ εἰσγραφῆι | |
| ᾗ ἀναδέδωκαν οἱ κατοικοῦντες ἐν Καρδά- | |
| κων κώμηι̣. ἐπεὶ οὖν ἐξετάζων εὑρίσκεις | |
| 5 | αὐτοὺς ἀσθενῶς ἀπαλλάσσοντας τοῖς ἰδίοις διὰ τὸ |
| τὸν ξύλινον καρπὸν σπάνιον γίνεσ̣θαι καὶ τὴν χώραν λυ̣- | |
| πράν, σύνταξον τήν τε χώραν, ἣν ἠγοράκησαν παρὰ | |
| Πτολεμαίου, τήν τε τιμὴν οὐκ ἔδωκαν διὰ τὸ τοὺς πλείσ̣- | |
| τους διαρρυῆναι αὐτῶν, ἐᾶν ἔχειν καὶ τὸ ἀργύριον μὴ πρᾶ- | |
| 10 | ξαι, καὶ ἐπεὶ τῆς συντάξεως δεῖ διορθοῦσθαι αὐτοὺς ἑκά̣σ- |
| του σώματος ἐνηλίκου Ῥοδίας δραχμὰς τέσσαρας ὀβολόν, ἀσ̣— | |
| θενοῦντες δὲ τοῖς ἰδίοις βαρύνονται, τά τε παραγραφόμενα αὐ- | |
| τοῖς ἐκ τοῦ ἑκκαιδεκάτου ἔτους ἐκ τούτων ἀφεῖναι, ἀπὸ δὲ | |
| τοῦ ἑπτακαιδεκάτου ἔτους Ῥοδίαν δραχμὴν καὶ ὀβολόν, καὶ ὅ̣- | |
| 15 | σους ἂν ἐπεισάγωνται ἐκ τῆς ὑπερορίας ὑπάρχειν πάντων ἀτέ- |
| λειαν ἐτῶν τριῶν, τοῖς δὲ ἐκχωρήσασιν πρότερον ἐκ τοῦ τό- | |
| που, νῦν δὲ βουλομένοι<ς> ἐπανελθεῖν ἐτῶν δυῶν, ἐπισκευάσα[ι] | |
| δὲ καὶ τὸ προϋπάρχον αὐτοῖς πυργίον, ὅπως ἔχωσιν ὀχύ- | |
| <ρ>ωμα, τὴν μὲν ἄλλην χορηγίαν ἑαυτοῖς παρα̣σ̣χ̣όντων, | |
| 20 | τεχνίτου δὲ μισθωθέντος α̣ὐτοῦ. |
| ιζʹ Δίου τετράδι ἀπιόντος. | |
| βασιλεύοντος Ἀντιόχου ἔτους ιθρʹ μηνὸς Ὑπερβερεταί[ου] | |
| [— — — — —συν]εχωρη̣σ— — — —Α̣Κ̣Ε̣Σ̣— — — — — — — — — — — — — |