[ ] Lycia (Kibyr.) — Boubon (Dikmen Tepe, S. of Ibecik) — 190 AD — AnnÉp (1979) 624
1 Αὐτοκ̣ρ̣άτωρ Καῖσαρ, θεοῦ Μάρκου Ἀντωνείνο̣[υ]
Εὐσεβοῦς Γερμανικοῦ Σαρματικοῦ υἱός,
θεοῦ Εὐσεβοῦς υἱωνός, θεοῦ Ἁδριανοῦ ἔγγονος,
θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγονος,
5 Μᾶρκος Αὐρήλιος Κόμμοδος Ἀντωνεῖνος Εὐσεβὴς
Εὐτυχὴς Σεβαστὸς Σαρματικὸς Γερμανικὸς μέγιστος
Βρεταννικός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς
ἐξουσίας τὸ ιεʹ, αὐτοκράτωρ τὸ ηʹ, ὕπατος τὸ ϛʹ,
πατὴρ πατρίδος  Βουβωνέων τοῖς ἄρχουσιν καὶ τῇ
10 βουλῇ καὶ τῷ δήμῳ       χαίρειν.
καὶ ὑμᾶς τῆς προθυμίας καὶ τῆς ἀνδρείας ἐπῄνεσα
καὶ τὴν κοινὴν βουλὴν τοῦ Λυκίων ἔθνους ἀπεδεξά-
μην, ὑμᾶς μὲν σὺν τοσαύτῃ τῇ προθυμίᾳ ὁρμήσαντας
ἐπὶ τὴν τῶν λῃστῶν σύνλημψιν καὶ περιγενομένους
15 γε αὐτῶν καὶ τοὺς μὲν ἀποκτείναντας, τοὺς δὲ καὶ
ζωγρήσαντας· ἐπὶ τούτοις δὲ τὸ κοινὸν τῶν Λυκί-
ων ὀρθῶς ἐποίησεν τειμὴν τὴν προσήκουσαν
ἀπονεῖμαν ὑμεῖν καὶ τὴν μίαν ψῆφον προσ-
θέν, ὅθεν ἠμέλλετε ἐνδοξότεροι γενήσεσ-
20 θε, προθυμοτέρους δὲ καὶ τοὺς ἄλλους ἀπειργά-
σατο πρὸς τὰ τοιαῦτα τῶν ἀνδραγαθημάτων.
ἐκύρωσα δὴ καὶ αὐτὸς τὴν γνώμην τοῦ κοι-
νοῦ βουλεύματος καὶ ἐπέτρεψα ὑμεῖν τοῦ
λοιποῦ ἐν ταῖς τριψήφοις τῶν πόλεων καταρι-
25 θ̣μεῖσθαι.   ἐπρέσβευσεν Μελέαγρος δὶς
τοῦ Ἀρτέμωνος.    εὐτυχεῖτε.
Search Help
Contact Us