[ ]
Car., Rhod.Per. — Kedreai (Şehir Adasi) — 2nd c. AD — SEG 18.441 — Bresson, Recueil 11
1 | χ̣αίρ̣ετε π̣αρ̣οδ̣ε̣[ῖται]· |
Νεικασίωνος [βʹ] | |
Μυνδίου καὶ τᾶς γυν- | |
αικὸς αὐτοῦ Ἀπολλο- | |
5 | δότης Διονυσοδώρου |
Κνιδίας καὶ τοῦ υἱοῦ αὐτοῦ | |
Πρωτογένου Νεικασίωνος | |
Κεδρεάτα, κατασκευάσαν- | |
τος ἐκ τῶν ἰδίων· μεταλλά- | |
10 | ξαντος δὲ καὶ τοῦ ἀδελφοῦ |
μου Ἑκάτωνος Νεικασίω- | |
νος Μυνδίου καὶ τοῦ υἱοῦ αὐ- | |
τοῦ Νεικασίωνος Ἑκάτωνος | |
Κεδρεάτα καὶ τᾶς γυναικὸς αὐτοῦ | |
15 | Σωτηρίδος, εὐνοίας ἕνεκεν τῆς |
π̣ρὸς αὐτοὺς ἀπεθέμην αὐτοὺς | |
ἐν αὐτῷ· ἐνεύχομαι δὲ τοῖς κλη- | |
ρονόμοις μου τὴν τῶν Αὐτο- | |
κρατόρων Τύχην· μηδενὶ ἐξ- | |
20 | εῖναι τεθῆναι εἰ μὴ Ἀφροδει- |
σίᾳ τῇ γενομένῃ μου γυναι- | |
κί· εἰ δέ τις ἐπιχειρήσει ἀνοῖ- | |
ξαι, ἐκτεισέτω [ἱερὰ τῷ Πυ]- | |
θίῳ Ἀπόλλ̣[ωνι (δην.) —ʹ]. |