[ ] Car., Rhod.Per. — Kedreai (Şehir Adasi) — ca. 200-175 BC — SEG 4.177 — Bresson, Recueil 4
1 ὁ δᾶμος ὁ Κεδρεατᾶν
ἐτίμασε Τεισίαν Θευδάμου
χρυσέωι στεφάνωι, εἰκόνι
χαλκέαι, προεδρίαι ἐν τοῖς
5 ἀγῶσι οἷς τίθεντι Κεδρεᾶται
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας
ἃν ἔχων διατελεῖ εἰς τὸν
[δᾶ]μον τὸν Κεδρεατᾶν.
Search Help
Contact Us