[ ] Car., Rhod.Per. — Physkos (Marmaris) — Rom. Imp. period — TurkArkDerg 9,2.42,2 — Bresson, Recueil 27
1            ὑπὲρ
Πολυκράτους Μενεκράτευς
Πλαρίου ἄρξαντος ἐπὶ Φύσ-
κου καὶ Κεδρεῶν δικαίως
5 καὶ ἀδωροδοκήτως καὶ τὰς
δικαίας τοῖς κρεινομένοις
ἀποδιδόντος κρίσις {ιτοικα}
τοὶ κατοικεῦντες ἐν Φύσκῳ
καὶ γεωργεῦντες καὶ ναυκλα-
10 ρεῦντες τὸν ἑαυτῶν ἄρ-
χοντα καὶ φίλον εὐνοίας ἕνεκα·
                 vacat
12            θεοῖς.
Search Help
Contact Us