[ ]
Car., Rhod.Per. — Syrna (Bayir) — 4th/3rd c. BC — SEG 14.718 — GVI 1178 — Bresson, Recueil 56
1 | ἔ̣[μπε]δ̣[ον], ἀργ̣ι̣ό̣δοντες, ἐπ’ εὐξέστοιο μένοντες |
τοῦ[δ]ε τόπ[ο]υ [δι]έ̣π̣ε̣[σ]θε· αὐτὰρ ἐγὼ κορυφᾶι | |
ἀκροτάται β̣[εβαὼς] ἐ̣πιόσσομαι, ὄφρα ἑ μή τις | |
πημήνηι δειλὸς φὼς̣ ἐ̣πινισόμενος· | |
5 | ἦ γὰρ δὴ τόδε γε ἀνδρὸς ἀρειφάτου ἔπλετο σᾶμα, |
Διαγόρα κεδνᾶς̣ τε ἀντιθέοιο ἀλόχου, | |
ἅν τε πατὴρ κ̣ίκληισκεν Ἀριστομάχαν, περὶ πασᾶν | |
ἔξοχον εὐτεκνίαι σωφροσύναι τε φ̣[ρε]νῶν. |