[ ] Car., Rhod.Per. — Syrna (Bayir) — 4th/3rd c. BC — SEG 14.718 — GVI 1178 — Bresson, Recueil 56
1 ἔ̣[μπε]δ̣[ον], ἀργ̣ι̣ό̣δοντες, ἐπ’ εὐξέστοιο μένοντες
  τοῦ[δ]ε τόπ[ο]υ [δι]έ̣π̣ε̣[σ]θε· αὐτὰρ ἐγὼ κορυφᾶι
ἀκροτάται β̣[εβαὼς] ἐ̣πιόσσομαι, ὄφρα ἑ μή τις
  πημήνηι δειλὸς φὼς̣ ἐ̣πινισόμενος·
5 ἦ γὰρ δὴ τόδε γε ἀνδρὸς ἀρειφάτου ἔπλετο σᾶμα,
  Διαγόρα κεδνᾶς̣ τε ἀντιθέοιο ἀλόχου,
ἅν τε πατὴρ κ̣ίκληισκεν Ἀριστομάχαν, περὶ πασᾶν
  ἔξοχον εὐτεκνίαι σωφροσύναι τε φ̣[ρε]νῶν.
Search Help
Contact Us