[ ] Car., Rhod.Per. — Tymnos (Bozburun) — early 2nd c. BC (edd. prr.); mid-3rd c. BC (Fraser) — ArchEph (1911) 65,63 — GVI 1260 — Bresson, Recueil 95
1 ὦ ξένε, θάησαι, παριὼν ἰδὲ τόνδε δράκοντα,
ἀνδρὸς ἐπὶ κρατεροῦ σάματι φαινόμενον·
ὅς ποκα ναυσὶ θοαῖς πάτρας ὕπερ ἄλκιμον ἦτορ
 δεικνύμενος πολλοὺς ὤλεσε δυσμενέων·
5 πολλὰ δ’ ὅ γ’ ἐν χέρσωι κατενήρατο φοίνια δοῦρα
 ἀνδρῶν ἀντιπάλων σάρκας ἐρειδόμενος.
νῦν δὲ θανὼν γηραιὸς ἐφ’ αὑτῶι τόνδε δράκοντα
 εἵσατο, τοῦδε τάφου θ̣ο̣ῦρον ἔμεν φύλακα,
ὃν καὶ ἐπὶ ἀσπίδος εἶχεν, ὅτ’ Ἄρεος ἔργα ἐπονεῖτο,
10  πολλὰ ἐπὶ δυσμενέσιν πήματα μαιόμενος.
τοὔνομα δ’ εἴ κ’ ἐθέληις αὐτοῦ καὶ πατρὸς ἀκοῦσαι,
εἰδήσεις ἐτύμως τὰ κατώτατα γράμματ’ ἀναγνούς.
                          vacat
13             Ἀπολλώνιος Ἀ̣θ̣[ην]ίωνος.
Search Help