[ ]
Car., Rhod.Per. — Tymnos (Bozburun) — early 2nd c. BC (edd. prr.); mid-3rd c. BC (Fraser) — ArchEph (1911) 65,63 — GVI 1260 — Bresson, Recueil 95
| 1 | ὦ ξένε, θάησαι, παριὼν ἰδὲ τόνδε δράκοντα, |
| ἀνδρὸς ἐπὶ κρατεροῦ σάματι φαινόμενον· | |
| ὅς ποκα ναυσὶ θοαῖς πάτρας ὕπερ ἄλκιμον ἦτορ | |
| δεικνύμενος πολλοὺς ὤλεσε δυσμενέων· | |
| 5 | πολλὰ δ’ ὅ γ’ ἐν χέρσωι κατενήρατο φοίνια δοῦρα |
| ἀνδρῶν ἀντιπάλων σάρκας ἐρειδόμενος. | |
| νῦν δὲ θανὼν γηραιὸς ἐφ’ αὑτῶι τόνδε δράκοντα | |
| εἵσατο, τοῦδε τάφου θ̣ο̣ῦρον ἔμεν φύλακα, | |
| ὃν καὶ ἐπὶ ἀσπίδος εἶχεν, ὅτ’ Ἄρεος ἔργα ἐπονεῖτο, | |
| 10 | πολλὰ ἐπὶ δυσμενέσιν πήματα μαιόμενος. |
| τοὔνομα δ’ εἴ κ’ ἐθέληις αὐτοῦ καὶ πατρὸς ἀκοῦσαι, | |
| εἰδήσεις ἐτύμως τὰ κατώτατα γράμματ’ ἀναγνούς. | |
| vacat | |
| 13 | Ἀπολλώνιος Ἀ̣θ̣[ην]ίωνος. |