[ ]
Car., Rhod.Per. — Tymnos (Bozburun) — 2nd/1st c. BC — SEG 14.702 — LSCG Suppl. 111 — Bresson, Recueil 102
1 | [ἐπὶ ἱερ]οθύτα Κλεινία τοῦ Ἐπιγόνου, Πανάμου [δευ]- |
[τέραι?] ἱσταμένου, ἔδοξε Τυμνίων τῶι κοινῶι· [Ἐ]- | |
[πίγ]ονος Κλεινία εἶπε· τὰ μὲν ἄλλα πάντ[α] γ[ενέ]σθαι τὰ̣ [πε]- | |
[ρὶ τῶ]ν ἱερῶν κατὰ τὰ προδεδογμένα τῶι κοινῶι· ὅπως δὲ [καὶ] | |
5 | [τοὶ] προθύοντες περί τε τᾶν κτοινᾶν καὶ περὶ τῶ̣ν [δά]- |
[μω]ν τῶι [Δ]ι̣ὶ̣ καὶ τᾶι Ἥραι ἐ̣πὶ̣ τῶν ἐπ̣ι̣β[— —]ω̣ν τῶν ἐν [τᾶι] | |
[ἀγο]ρᾶι ἔ[χ]ωντι τὰ ποτὶ τὰν χρείαν, καὶ συ̣ναύ̣ξη[ται τὰ] | |
[τ]ῶν θεῶν τίμια, [ὁ] ἱεροθύτας ἀ̣εὶ ὁ ἐν ἀρχᾶι ἐὼν δ̣ό̣[τω] | |
[α]ὐτοῖς τὰν στοὰν καὶ τὰ χρηστήρια τὰ ποτικατα[ρ]- | |
10 | [τι]σ̣θέντα τᾶι στοᾶι, ὥστε κατ̣α̣χ̣ρ̣ῖ̣σ̣θαι τὰ θυθέντα· κα- |
[κο]ῦ̣ν δὲ μὴ ἐξέστω μήτε τούτοις μήτε ἄλλωι μηθενὶ μηθέν, μ[η]- | |
[δὲ] ποτ’ ἄλλαν χρείαν μηδεμίαν ξύλα κάειν ἐν τᾶι στοᾶι· μὴ ἐξέσ[τω δὲ] | |
[μ]ηθενὶ μηδὲ ποθαλ̣[οῦ]ν μηθὲν μήτε ποτὶ τὰν στέγαν μήτε ποτὶ τὰ̣ [ἐ]- | |
[πι]στύλια· εἰ δέ τίς κα π[ο]ῇ τι παρὰ τὰ γεγραμμένα, κωλυόντω α̣[ὐ]- | |
15 | [τὸ]ν ὅ τε ἱεροθύτας καὶ ὁ δαμόσιος καὶ ἄλλος ὁ χρῄζων τῶν συ̣ν̣- |
[δ]α̣μετᾶν· τὸν δὲ μὴ πιθόμενον καὶ ἀπογραφόντω ποτὶ τοὺς ἱ̣[ε]- | |
[ρο]ταμί̣α̣ς̣ ὀφίλοντα ἐπιτίμιον ἱερ̣ὰ̣ς Ἀπόλλωνος δραχμὰς ἑκατό[ν], | |
[κα]ὶ̣ ἀ̣ναιρεύντω τὰ ποθαλωθέντα· ὅ̣π̣ως δὲ κα[ὶ φ]ανερὰ ὑπ[άρχῃ] | |
[τὰ] γεγραμμένα καὶ μηθὶς̣ ἁμαρτάν̣ῃ μηθὲν εἰς τοὺς θεούς̣, | |
20 | [δι]α̣μένε δὲ ὡς πλεῖστον χρόνον ἀσινῆ καὶ καθαρὰ τὰ ἀγάλμα- |
[τα], ὁ ἱεροθύτας ὁ ἐν ἀρχᾶι ἐὼν ἀναγραψάτω τόδε τὸ ψάφισμ[α] | |
[ἐν] τᾶι στοᾶι ἐπὶ τὸν ἀντίον τοῖχον. |