[ ]
Car., Rhod.Per. — Thyssanous (Ortaca) — 210 AD — ArchEph (1911) 60,52c — Bresson, Recueil 133
| 1 | Ἰουλίαν Δόμναν Αὐγούσταν Σεβαστὴν |
| γυναῖκα τοῦ μεγίστου Αὐτοκράτορος | |
| Καίσαρος Λουκίου Σεπτιμίου Σευήρου | |
| Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ | |
| 5 | Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου Βρεταννικοῦ |
| μεγίστου, μητέρα δὲ τῶν μεγίστων Αὐτοκρατόρων | |
| Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστοῦ | |
| Βρεταννικοῦ μεγίστου καὶ Πουπλίου Σεπτιμίου | |
| 〚Γέτα Εὐσεβοῦς〛 Σεβαστοῦ Βρεταννικοῦ μεγίστου, | |
| 10 | μητέρα κάστρων. |