[ ] Troizenis — Troizen — reign of Hadrian
1     [ἀγαθῆι τ]ύχηι.
[καλῶς πεπολει]τευμένος ∙ Εἰσίων Τειμοθέο[υ καὶ]
[προθύμως εἰς τ]ὴ̣ν πατρίδα ἀεὶ καθ’ ἑκάστην [χρεί]-
[αν καὶ πάλαι ἐφ]αίνετο ἔνανχός τε, τῶν ὁδῶ[ν σπου]-
5 [δῆς κατὰ τὴν εὐ]κταίαν ἐπιδημίαν τοῦ μεγί[στου]
[αὐτοκράτορ]ος καὶ ἀναλώματος δεομένων, [τὰς]
[κατὰ τὴν χώρ]αν ὁδὸς ἐπὶ πλεῖστον ὅσον βα[τὰς]
[οὐκέτι οὔσας] ἐκ τοῦ ἰδίου ἀναλώματος κατ[ασκευ]-
[άσας λειοτ]άτας καὶ πορευσίμας ὀχήμασιν· [διὸ]
10 [ἔδοξε τοῖς] τ̣ε ἄρχουσιν καὶ ταῖς συνεδρήαις [καὶ]
[ἐπαινεθῆν]αι τὸν ἄνδρα καὶ τούτῳ τῷ ψηφ[ίσμα]-
[τι διὰ τοῦτ]ο τείμια καὶ ὑπὲρ τῶν ἄλλων πολε[ιτευ]-
[μάτων ἅμα τ]ειμὰς ἀποδοθῆναι αὐτῷ, αἱρεθέντ̣[ων τῶν]
[αὐτὰς δηλο]ύ̣ντων τούτῳ τε αὐτῷ καὶ πᾶσι τ[οῖς ἄλ]-
15 [λοις, προσνέμ]εν τε ταῖς τειμαῖς αὐτοῦ καὶ τήνδ[ε τὴν]
[ἀναγραφήν. κ]αὶ αἱρέθησαν ὑπὸ τῶν ἀρχόντων [καὶ]
[συνεδρηῶν Κλ]αυδιανός ∙ Ἀπελλῆς Σωσιβίου ∙ Θεο[․․․․]
[․․․․․․․․․․]ς Ὑγείνου ∙ Διόγνητος Ἀπολλωνίδ[ου, ․․]
[․․․, Φιλοποί]μην, Ἀριστόβουλος Ἀριστοβούλο[υ].
20 [δήλη ἐστὶν εὖ] ποιοῦσα ἡ πόλις ἡμῶν οὐ μόνον [ἄλ]-
[λους ἀλλὰ καὶ] αὑτήν, ἐπαινοῦσα καὶ τειμῶσα [ἀεὶ]
[τούς τε δικ]αίους καὶ φιλοτείμους ἄνδρας· θά̣[ρσος]
[γὰρ τούτων ἕ]νεκα τῶν ἄλλων ἁπάντων, ὡς ἂ[ν τοῦ]
[πλεῖστα κ]αὶ μέγιστα ἢ ἀναλώσοντος εἰς τ[ὴν πα]-
25 [τρίδα ἢ καὶ] σπουδὴν σπουδάσοντος ὑπὲρ τ̣[ῶν]
[πολειτῶ]ν ἀπολα̣ῦσαι μεγίστην ἡδονὴ[ν εἰδό]-
[τος τῇ διὰ τ]αῦτα τειμῇ καὶ μόνῃ καὶ τέκ[νοις]
[αὐτοῦ καὶ] κατὰ διαδοχὴν τῷ γένει καρπ?[ὸν φε]-
[ρούσῃ. ἐπει]δὴ καὶ Εἰσίωνι Τειμοθέου τὰς ὑ[περτά]-
30 [τας ὀφείλ]ουσα τῶν πολειτευμάτων̣ [χάρι]-
[τας ἐνεθυ]μήθη φαναρὸν ἔργῳ ποιῆσ[αι ὅτι]
[οὐ λανθ]?νεται τῶν εὖ ποιούντων [κατὰ]
[τὸν τῶν ἀ]ναλωμάτων καιρὸν τῆ[ς τε δειχ]-
[θείσης π]ερὶ αὑτὴν σπουδῆς, ἀλλ[ὰ τιμᾶν ἐπί]-
35 [σταται ἀν]τευποιοῦσα τοὺς εἰς [αὑτὴν καλοὺς]
[κἀγαθού]<ς>, οὐ μόνον ἐπαιν[οῦσα αὐτοὺς ῥη]-
[τοῖς λόγοις] καὶ γράμμα[σιν, ἀλλὰ καὶ — — —]
Search Help
Contact Us