[ ] Pisid. — Yazilikaya, nr. Çandir
1 τὶν, Φοῖβε Ἄπολλον, τᾶσδε ὃς αἰσυμνᾷς ὁδῶ,
λοιβαῖς ὁδειτᾶν ἠνεκὲς τέρπων φρένα,
τὸ βάκτρον ἀντίθημι μουσικὰ πραπὶς
Λεοντιανὸς· τὺ δὲ, μάκαρ, χαίρων δέχευ
5 ἐμᾶς ὄχημα χειρὸς ἕρμα γουνάτων,
ὁδοιπόρον [σ]κείπωνα, τῷ διάνυον
κέλευθα ἐρείδων χεῖρα, νῦν δ[ὲ] ἐλεύθερον,
ὦ Φοῖβε, πὰρ τὶν τῶν πρὶν ἀμπνύσει πόνων.
Search Help
Contact Us