[ ] Pisid. — Yazilikaya, nr. Çandir
1                   ἀγαθῇ τύχῃ
ἔντυχε, ὦ ξένε, καὶ λήμψῃ τι χρήσιμον ἐφόδιον, μαθών
ὡς ὁ τοῖς τρόποις ἐλεύθερος μόνος ἐλεύθερος.
ἀνδρὸς ἐλευθερίας στάθμαν ἔχε τὰν φύσιν αὐτάν,
5 αἴκα τὰν γνώμαν τις ἐλεύθερος ἔνδοθεν εἴη
ὀρθᾶς ἐκ κραδίας, ἃ γεννικὸν ἀνέρα ποιῆ {²⁶ποιεῖ}²⁶.
καὶ ταύτᾳ κρείνων τὸν ἐλεύθερον οὔ κεν ἁμάρτοις,
ὄνκον δὲ προγόνων λῆρον καὶ φλήναφον ἁγεῦ.
οὐ γάρ τοι πρόγονοι τὸν ἐλεύθερον ἄνδρα τιθέντι·
10 εἷς γὰρ Ζεὺς πάντων προπάτωρ, μία δ’ ἀνδράσι ῥίζα,
εἷς <δὲ> πάλος πάντων, ὃ δὲ τὰν φύσιν ἔλλαχεν ἐσθλάν,
εὐπατρίδας τῆνος καὶ ἐλεύθερος ἀτρεκές ἐντι.
δοῦλον δὲ οὐκ ὄκνημι λέγην κακὸν, οὐδὲ τρίδουλον,
ὃς [μεγάλ]ως αὐχῇ κραδία δέ οἱ ἔνδον ἀγεννὴς.
15 ὦ ξ[έν’, Ἐπ]ίκτατος δούλας ἀπὸ ματρὸς ἐτέχθη
αἰε[τὸς] ἀνθρώπων, σοφίᾳ <δ’> ἔπι κυδα[λί]μα φρήν.
ὃν [τί] χρὴ με λέγειν θῖος {²⁶θεῖος}²⁶ γένετ’. αἴθε δὲ καὶ νῦν,
τοιοῦτός τις ἀνὴρ ὄφελος μέγα καὶ μέγα χάρμα
πάντων εὐξαμένων δούλας ἀπὸ ματρὸς ἐτέχθη.
Search Help