[ ]
Pisid. — Yazilikaya, nr. Çandir
1 | ἀγαθῇ τύχῃ |
ἔντυχε, ὦ ξένε, καὶ λήμψῃ τι χρήσιμον ἐφόδιον, μαθών | |
ὡς ὁ τοῖς τρόποις ἐλεύθερος μόνος ἐλεύθερος. | |
ἀνδρὸς ἐλευθερίας στάθμαν ἔχε τὰν φύσιν αὐτάν, | |
5 | αἴκα τὰν γνώμαν τις ἐλεύθερος ἔνδοθεν εἴη |
ὀρθᾶς ἐκ κραδίας, ἃ γεννικὸν ἀνέρα ποιῆ {²⁶ποιεῖ}²⁶. | |
καὶ ταύτᾳ κρείνων τὸν ἐλεύθερον οὔ κεν ἁμάρτοις, | |
ὄνκον δὲ προγόνων λῆρον καὶ φλήναφον ἁγεῦ. | |
οὐ γάρ τοι πρόγονοι τὸν ἐλεύθερον ἄνδρα τιθέντι· | |
10 | εἷς γὰρ Ζεὺς πάντων προπάτωρ, μία δ’ ἀνδράσι ῥίζα, |
εἷς <δὲ> πάλος πάντων, ὃ δὲ τὰν φύσιν ἔλλαχεν ἐσθλάν, | |
εὐπατρίδας τῆνος καὶ ἐλεύθερος ἀτρεκές ἐντι. | |
δοῦλον δὲ οὐκ ὄκνημι λέγην κακὸν, οὐδὲ τρίδουλον, | |
ὃς [μεγάλ]ως αὐχῇ κραδία δέ οἱ ἔνδον ἀγεννὴς. | |
15 | ὦ ξ[έν’, Ἐπ]ίκτατος δούλας ἀπὸ ματρὸς ἐτέχθη |
αἰε[τὸς] ἀνθρώπων, σοφίᾳ <δ’> ἔπι κυδα[λί]μα φρήν. | |
ὃν [τί] χρὴ με λέγειν θῖος {²⁶θεῖος}²⁶ γένετ’. αἴθε δὲ καὶ νῦν, | |
τοιοῦτός τις ἀνὴρ ὄφελος μέγα καὶ μέγα χάρμα | |
πάντων εὐξαμένων δούλας ἀπὸ ματρὸς ἐτέχθη. |