[ ] Pisid. — Adada (Karabavullu) — 2nd c. AD — GVI 1397
1 χαῖρε Λεοντιανοῦ πατρὸς πα-
ρὰ δακρυόεντος, /
εἰν Ἄϊδος περ ἐὼν χαῖρε, Λεον-
τιανέ, /
5 παῖ φίλε· σὸς δὲ πατὴρ τῆμ̣ος
βαρυκηδὲς ἀνει<ῶ>ν /
ἄχθος ἀποζβέσσω, σὴν πο-
θέων κεφαλήν, /
καὶ πολὺ τερ̣σανέω̣ τότε
10 δάκρυον, ἡνίκα σεῖο /
ψυχὴν ἀθρήσω γῆν ὑποδυ-
σάμενος. /
Search Help
Contact Us