[ ]
Troizenis — Troizen — 369 BC
1 | ἔδοξ̣ε τᾶι βουλᾶι καὶ τῶι δάμωι· |
ἐπειδὴ Ἐχίλαος Φιλωνίδου Πλα- | |
ταιεὺς ἀφικόμενος ἐς Τροζᾶνα | |
περί τε τὰν σωτηρίαν τᾶς χώρας | |
5 | ἀνὴρ ἀγαθός ἐστι, καὶ ὅσσα ἐδεῖτ̣- |
ο ὁ δᾶμος ὁ Τροζανίων ὑπηρέτη- | |
κε πάντα· δεδόχθαι τᾶι βουλᾶι καὶ | |
τῶι δάμωι ἐπαινῆσαι Ἐχίλαον Φιλ- | |
ωνίδου Πλαταιῆ ἀρετᾶς ἕνεκα | |
10 | καὶ εὐνοίας τᾶς ἐς τὸν δᾶμον τ- |
ὸν Τροζανίων, εἶμεν δὲ αὐτῶι | |
καὶ γένει εὐεργεσίαν καὶ πολι- | |
τείαν. ἀγγράψαι δὲ τόδε τὸ ψάφισ- | |
μα ἐν στάλαι λιθίναι καὶ στᾶσαι | |
15 | ἐν τῶι ἱαρῶι τοῦ Ἀπόλλωνος τοῦ |
Θεαρίου, ὅπως καὶ τοὶ ἄλλοι ὑπη- | |
ρετῶντι, εἰδότες ὅτι δύναται ὁ δ- | |
ᾶμος ὁ τῶν Τροζανίων τὰς χάρ[ι]- | |
τας ἀποδιδόμεν τοῖς εὖ ποιοῦ[σ]- | |
20 | ιν αὑτόν. εἶμεν δὲ αὐτὸν καὶ φυ- |
λᾶς ἇς κα λάχη<ι>, τὸν δὲ δεκαδῆ ἐ- | |
πικλαρῶσαι ἤδη. Φιλήσιος εἶπε. | |
[ἔλ]αχε φυλᾶς Σχελιάδας. |