[ ] Troizenis — Troizen — 369 BC
1 ἔδοξ̣ε τᾶι βουλᾶι καὶ τῶι δάμωι·
ἐπειδὴ Ἐχίλαος Φιλωνίδου Πλα-
ταιεὺς ἀφικόμενος ἐς Τροζᾶνα
περί τε τὰν σωτηρίαν τᾶς χώρας
5 A)NH\R A)GAQO/S E)STI, KAI\ O(/SSA E)DEI=T?-
O O( DA=MOS O( *TROZANI/WN U(PHRE/TH-
κε πάντα· δεδόχθαι τᾶι βουλᾶι καὶ
τῶι δάμωι ἐπαινῆσαι Ἐχίλαον Φιλ-
ωνίδου Πλαταιῆ ἀρετᾶς ἕνεκα
10 καὶ εὐνοίας τᾶς ἐς τὸν δᾶμον τ-
ὸν Τροζανίων, εἶμεν δὲ αὐτῶι
καὶ γένει εὐεργεσίαν καὶ πολι-
τείαν. ἀγγράψαι δὲ τόδε τὸ ψάφισ-
μα ἐν στάλαι λιθίναι καὶ στᾶσαι
15 ἐν τῶι ἱαρῶι τοῦ Ἀπόλλωνος τοῦ
Θεαρίου, ὅπως καὶ τοὶ ἄλλοι ὑπη-
ρετῶντι, εἰδότες ὅτι δύναται ὁ δ-
ᾶμος ὁ τῶν Τροζανίων τὰς χάρ[ι]-
τας ἀποδιδόμεν τοῖς εὖ ποιοῦ[σ]-
20 ιν αὑτόν. εἶμεν δὲ αὐτὸν καὶ φυ-
λᾶς ἇς κα λάχη<ι>, τὸν δὲ δεκαδῆ ἐ-
πικλαρῶσαι ἤδη. Φιλήσιος εἶπε.
[ἔλ]αχε φυλᾶς Σχελιάδας.
Search Help
Contact Us