[ ] Pisid. — Adada (Karabavullu)
1 Αὐρ. Βιανοριανὸν Ἀβισβι-
ανὸν Ἀντίοχον τὸν ἀξι-
ολογώτατον ἀγωνοθέτ[ην]
θέμιδος τρίτης Ἐπινεικί-
5 ου Τυχείου· καθ’ ἃ αὐτὴ μ[ὲν]
ἐψηφίσατο ἐκ τῶν δη-
μοσίων γενέσθαι πόρ[ων]
τὸν ἀνδριάντα ἡ πόλις, αὐ-
τὸς δὲ ἐκ τῶν ἰδίων ἀνα-
10 λωμάτων ἐποίησεν, μηδὲ
ἐν τούτῳ βαρήσας τὴν πό-
λιν· ἐτείμησε δὲ αὐτὸν
τοῖς ἀξίοις ὀνόμασιν,
φιλόπατρίν τε καὶ ἀριστέα
15 καὶ ἀγωνοθέτην ἀναγορεύ-
        σασα.
Search Help
Contact Us