[ ]
Pisid. — Adada (Karabavullu) — CIG 4379k — IGR 3.371
| 1 | [ἐ]τειμήθη |
| Αὐρ(ήλιος) Ἑρμογενιανὸς Ὅπλων, ἀνὴρ ἄρισ- | |
| τος καὶ ἀξιολογώτατος διὰ πάσης ἐξῆς λει- | |
| τουργίας τε καὶ ΤΠΗΙΕΙ․Ι φιλότειμος σὺ[ν πρ]ο[θ]υμίᾳ καὶ μεγαλο- | |
| 5 | ψυχίᾳ, προ[θ]ύσας δὲ καὶ τῶν θείων εἰκόνων |
| καὶ ἀγῶνα ἐπιτελέσας, οἴκοθεν πάντα τε τ[ὸν] | |
| [βίον] ἐν σεμνότητι ζήσας καὶ ἀνδραγαθίᾳ· τὸν δὲ ἀνδρι- | |
| άντα ἀνέστησε Αὐρ. Σοφιανὴ Σοφία τοῦ γλ- | |
| υκυτάτου ἀνδρὸς αὐτῆς καὶ τειμιωτάτου | |
| 10 | καὶ τ[ὸ]ν τῆς κοινῆς αὐτῶν θυγατρὸς Ὁπλωνίδος, συναν[α]- |
| στήσασα καὶ τὸν ἑαυτῆς, τειμῆ<ς> μὲν καὶ μν[ε]ί[ας] | |
| [χάρ]ιτι π<ρ>ὸς ἐκείνους, ἰδίᾳ δ’ ἔτι τῶν συμβά[ν]- | |
| των αὑτῇ παραμυθίᾳ. |