[ ]
Pisid. — Adada (Karabavullu) — CIG 4379k — IGR 3.371
1 | [ἐ]τειμήθη |
Αὐρ(ήλιος) Ἑρμογενιανὸς Ὅπλων, ἀνὴρ ἄρισ- | |
τος καὶ ἀξιολογώτατος διὰ πάσης ἐξῆς λει- | |
τουργίας τε καὶ ΤΠΗΙΕΙ․Ι φιλότειμος σὺ[ν πρ]ο[θ]υμίᾳ καὶ μεγαλο- | |
5 | ψυχίᾳ, προ[θ]ύσας δὲ καὶ τῶν θείων εἰκόνων |
καὶ ἀγῶνα ἐπιτελέσας, οἴκοθεν πάντα τε τ[ὸν] | |
[βίον] ἐν σεμνότητι ζήσας καὶ ἀνδραγαθίᾳ· τὸν δὲ ἀνδρι- | |
άντα ἀνέστησε Αὐρ. Σοφιανὴ Σοφία τοῦ γλ- | |
υκυτάτου ἀνδρὸς αὐτῆς καὶ τειμιωτάτου | |
10 | καὶ τ[ὸ]ν τῆς κοινῆς αὐτῶν θυγατρὸς Ὁπλωνίδος, συναν[α]- |
στήσασα καὶ τὸν ἑαυτῆς, τειμῆ<ς> μὲν καὶ μν[ε]ί[ας] | |
[χάρ]ιτι π<ρ>ὸς ἐκείνους, ἰδίᾳ δ’ ἔτι τῶν συμβά[ν]- | |
των αὑτῇ παραμυθίᾳ. |