[ ] Pisid. — Anaboura (Enevre): Ördekçi
A.1 Ἀναβουρέ-
ων ὁ δῆμος
Ἄτταλον Βιάνο-
ρος φιλόπατρι-
5 ν εὐβοσιάρχη-
ν κτίστην εὐερ-
γέτην πάσης ἀ-
ρετῆς καὶ εὐ-
νοίας τῆς εἰς
10 τὸν δῆμον ἕ-
νεκεν. ❦
B.1 — — —Ν
— — —ΙΗ
— — —ΗΝ
— — —Ο
5 — — —Ρ̣ΙΝ
— — —Ν
— — —Γ
— — —Ε
C.1 [․․]ϹΙΑΙΙ[— — — — — — — — — —]εφε[ξ]ει
[․]ΙΙΜΑΗΙΙ[․․․]ΟϹ[— — —] χρησμὸς ὅδ’ αὐδᾷ
καὶ φεύξῃ νοῦσ[ον] ΜΑ[․․․․․] καὶ Α[․․․]ΙΑΗϹΕΙϹ
καιρὸν ᾀ[δ]όμενον ΖΟ․․Ι [λ]ήξειν θεὸς αὐδᾷ
5   κβʹ. αϛϛϛγ.        Μοιρῶν ἐπιφανῶν.
μοῦνος μὲν χεῖος, τρεῖς δ’ ἑξεῖται, τρι’ ὁ πέμπτος·
εἰ<ς> στόμα μηδ’ εἰς τὴν χεῖρα [α][δ]ῶ(?) μὴ σοί τι γένηται·
δυσχερὲς οὐθὲν γὰρ πιστὸν, θ[άρ]σει συναινεῖν·
10 ἀλλὰ μέν’ ἡσύχιος, λήξας ὁδοῦ ἠδ’ ἀγορασμοῦ·
  κβʹ. ϛδδδδ.           Ποσειδῶνος.
[ἑ]ξείτης ἂν εἷς καὶ τέσσαρα πάντες ἐφεξῆς·
εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γράψαι
ἀμφότερος μόχθος τε κενὸς καὶ πρᾶξις ἄδηλος
μηδὲ βιάζου θνητὸς ἐὼν θεὸν ὃς σέ τι βλάψει·
15   κβʹ. ϛ[ϛ]δγγ.       Ἄρε<ω>ς θουρίου.
εἰ δὲ δύο ἑξεῖται, εἷς τέσσαρα καὶ δύο τρεῖοι·
καὶ βαίνειν μέλλεις, ξένε, τήνδε γὰρ αὐδῶ
αἴθων ἐ<ν> χώροισι λέων μέγας ὃν πεφύλα[ξ]ο,
δεινὸς ἄπρακτος ὁ χρησμὸς, ἐπ’ ἡσυχίῃ δ’ ἀνάμεινον·
20   κγʹ. αϛϛϛδ.        Ἀθηνᾶς·
εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται καὶ τέσσαρ’ ὁ πέμπτος.
Παλλάδ’ Ἀθηναίην τείμα καὶ πάντα σοὶ ἔσται
ὅσσα θέλεις καί σοι τὰ δεδόγμενα πάντα τελεῖται,
[λύ]σει δ’ ἐκ δεσμῶν καὶ τὸν νοσέοντ’ ἀνασώσει.
25   κ[γʹ. ϛϛ]δδγ.        Εὐφροσύνης.
εἰ δὲ δύο ἑξεῖται, δύο τέσσαρα καὶ τρι’ ὁ πέμπτος·
στέλλε’ ὅπ[ου σοὶ θυμό]ς· ἰδὼν σὺ γὰρ οἴκαδ’ ἀφίξῃ
εὑρὼν καὶ πράξας ὁσάπερ φρεσὶ σῇσι μενοινᾷς·
εὐφροσύνη[ς δ’ ἄρ]α πάντ’ ἔσται, σὺ δὲ μή τι φοβηθῇς·
30 [κ]δʹ. ϛϛϛ[γγ].    Ἀπόλλωνος Πυθίου.
[τρεῖς δ’ ἑξεῖται καὶ δύο τρεῖοι μ]άνθαν’ ἀκουά[ν].
μεῖνον [μὴ πρ]άξῃς, Φοίβου χρησμοῖσι δὲ πείθου·
[ἄ]μεινον Ε[․․]ΑΙΙΟ[․․․․․] σοι γὰρ παντ’ ἐπιτεύξῃ
[— — — — — — — — — — — — — — — —]ΝΥϹτα βλάψεις
D.1   κδʹ. δδδϛϛ.          Κρόνου τεκνοφάγου.
τέσσαρα τρεῖς, δύο δ’ ἑξεῖται, τάδε τοι θεὸς αὐδᾷ·
μίμνε [δ]όμων ἐπὶ σῶν, μηδ’ ἄλλοθι βαῖνε,
μή σοι θὴρ ὀλοὸς καὶ ἀλάστωρ ἔνγυθεν ἔλθῃ·
5 οὐ γὰρ ὁρῶ πρᾶξιν τήνδ’ ἀσφαλῆ, ἀλλ’ ἐπίμεινον.
  κεʹ. δϛϛϛγ.         Μηνὸς φωσφόρου.
τέσσαρα δ’ εἷς πείπτων, τρεῖς δ’ ἑξεῖται τρι’ ὁ πέμπτος·
θάρσε<ι>, καιρὸν ἔχεις, πράξεις δ’ ἃ θέλεις, ἐπιτεύξῃ
εἰς ὁδὸν ὁρμηθῆναι· ἔχει καρπόν τιν’ ὁ μόχθος
10 ἔργον δ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκην τε.
  κεʹ. ϛϛϛϛα.        Μητρὸς θεῶν.
τέσσαρες ἑξεῖται καὶ χεῖος μάνθαν’ ἀκουά[ν]·
ὡς ἀρνῶν κρατέουσι λύκοι κρατεροί τε λ[έοντες]
βοῦς ἕλικας, πάντων τούτων δ’ ἔτι καὶ [θάνατος σὺ],
15 καὶ πάντα σοί ἐστιν ὅσσ’ ἐπερωτᾷς σὺ [— — —].
  κϛʹ. ϛϛϛδδʹ.       Διὸς κατα[χθονίου].
τρεῖς ὅμου ἑξεῖται, δύο τέσσαρα [χρησμὸς ὅ]δ’ αὐδᾷ·
ἡ πρᾶξις κωλύματ’ ἔχει, μὴ σπεύ[δεο ἀ]λλ’ ἀνάμεινον·
λυπηρά τις ὁδὸς καὶ ἄμ[ισθος, σπ]εῦδε, προσίκτη,
20 ὠνεῖσθαι χαλεπὸν [․․․․․․]ΝΤΙΘΕ κάρος ἔσται·
  κζʹ. ϛϛϛϛγ.      [Ἀφρ]οδίτης οὐρανίας.
τέσσαρες ἑξεῖτ[αι καὶ τρι’] ὁ πέμπτος μάνθαν’ ἀκουάν.
οὐρανόπαις [Ἀφρ]οδείτη ἐρώτων πότνια σεμνὴ
πέμψει μ[αντ]είαν ἀγαθὴν, δώσει τε ὁδόν τοι
25 [ἔκφευξί]ν [τ]ε πόνων καὶ φροντίδος ἄλγεσι θύμου.
  κηʹ. ϛϛϛϛδ.        Βλάβης.
τέσσαρες ἑξεῖται καὶ τέσσαρα πείπτοντος ὁ πείπτων·
οὐκ ἔστιν πρᾶξις τι, μάτην σπεύδεις, ἀλλ’ ἀνάμεινον,
μή σοι σπεύδοντι βλάβος τι γένηται ἀπ’ αὐτῆς.
30 δύσμαχός ἐστιν ὁδὸς καὶ ἀκερδὴς οὐδὲ προσητῆ(?) {²⁶προσιτέα}²⁶
  λʹ. ϛϛϛϛϛ.       Ἑρμοῦ τετραγωνείτον.
πάντες ὅμου ἑξεῖται, Φοίβου φωνῆς ἐπάκουσ[ον]·
μὴ βαῖν[ε], μέλλεις Ο̣ΑΦ̣Ϲ̣Ι̣Ν̣Ω̣ [ἀλ]λ’ [ἀν]άμεινον·
αἰσχρὸν γὰρ σοι κῦδος ὁρῶ περὶ ὧν μ’ ἐπερωτᾷς,
35 ἀλλὰ μέν’ ἡσύχιος, λήξας ὁδοῦ ἠδ’ ἀγορασμ[οῦ].
Search Help
Contact Us