[ ] Pisid. — Termessos (Güllük Dağı) — aft. 212 AD? — Epigr. Forsch. in Termessos II (1992) 19, 9
1 Μ. Αὐρ. Διοτειμιανὸ[ς] Ἀρτέμων ὁ καὶ Δι̣ό̣τειμος καὶ κατὰ ἐντολὴν τ̣οῦ πατρ̣ός μου
Διοτείμου δὶς Ἀπολλωνίου τήνδε τίθεμαι πρόρησιν ἐπὶ τῷ μετὰ
τὴν τελευτὴν ἐμοῦ τε καὶ τῆς γυναικός μου Αὐρ(ηλίας) Καστορίδος
κατατεθῆναι ἡμας ἐν τῇ σωματοθήκῃ ταύτῃ ὑπὸ τῶν
5 κληρονόμων· μετὰ δὲ τὴν
ἀπόθεσιν ἡμῶν οὐδε-
νὶ ἐξέσται ἐπενθάψαι
τινά, εἰ δὲ μὴ ὁ πειράσας
ἐκτείσει τῷ δήμῳ εἰς
10 ἀσφάλιαν τῶν τειχῶν
(δην.) ͵ε.
Search Help
Contact Us