[ ] Pisidia — Tymbriada — 2nd c. AD — C. Brixhe - R. Hodot, L'Asie Mineure du Nord au Sud (1988) 140, 46
1/24 {²Alphabetic Oracles, ll. 1-24:}² αβγδεζηθικλμνξοπρστυφχψ[ω].
1 α̣π̣[ε— — —14— — —]․Θ̣ΕΩΣ̣Ε̣․Ε․ μ̣έγ̣ας.
βλέπ̣ε̣ΙΣ̣․․ΗΝ̣Ο̣[—3—]μ̣ασιν φαιδροῖς τύχη.
γ̣εωργὸς ὥς, ἔ̣[χιδ]ν̣αν εἰς κόλπους δέχῃ.
δρόμῳ χελώνης πτηνὸς ἡττήθη κόραξ.
5 ἑκάτῃ πεποιθὼς μᾶλλον εὐθαρσὴς ἴθι.
ζητεῖς τὰ κρυπτά· φωσφόρο̣ς δ’ ἔσ̣[τα]ι̣ τύχη.
ἡ Νέμεσις ἀνθρώποισι τὴν δίκην νέμει.
θεὰ σοφὴ βροτοῖσι ἡ πειθώ, ξένε.
ἱερὸν νόμιζε πανταχοῦ σεμνὸν τρόπον.
10 κολοιὸς ὥσπερ, ἀλλοτρίοις τέρπῃ πτεροῖς.
λόγοισι πίστιν προστίθει· γνώμης κράτει.
μεικρὸν ἀναμείνας μείζονος τεύξῃ χαρᾶς.
νυκτὸς κελαινῆς ἐκ μέσης ἔστα̣ι φάος.
ξένοισι συμβούλοισι χρήσασθαι κακ̣όν.
15 οὔπω πέπ̣ε̣ιρον ὄμφακα̣, ἢν̣ θ̣ρέψῃ, λαβ̣έ.
πρὶν ἤ τι δρᾶσαι, πρῶτα βουλεύου, ξένε.
ῥείθροις ἐναντίοισι μὴ πειρῶ πλ[έ]ειν.
σάραπιν αἰτοῦ χρησμόν, ἀψευδῆ θεόν.
τάμῃ θεοῖς ἀρεστά, μηδὲ πυνθάνου.
20 ὑποψία μὲν ἔστιν, ἀλλὰ μὴ φοβοῦ.
φίλοις ἀπιστεῖν κρεῖττον οὐκ ὀρθοῖς φίλοις.
χαρὰν ἀπροσδόκητον ἕξεις εὐθέως.
ψυκῆς καθαρμὸν σώματός τε προσδέχου.
[ᾧ] πρευμενὴς Σάραπις, οὗτος εὐτυχεῖ.
Search Help
Contact Us