[ ]
Pisidia — Kremna (Çamlık-Girme) — early 2nd c. AD — TAD 19,2 (1970) 99, 1 — AS 37 (1987) 49, 1
1 | Χρύσιππον Παναγῆ |
Γ. Φλ. Ἀνθεστιανὸς | |
Μέμνων τὸν ἑαυτοῦ | |
πάτρωνα ψηφίσματι | |
5 | ❦ τῆς βουλῆς. ❦ |
χαλκῖος μὲν ἐγὼ χρυσοῦ πεπυκασμένος ἄνθι, | |
Χρυσίππου δ’ ἕστακ’ ἐνθάδ’ ἕκατι, φίλοι, | |
ναὸν οἰστούχωι Λατωίδι καλλιπαράωι | |
τοῦτον ὃς οἰκείας ἄνθετ’ ἀπαὶ δαπάνας, | |
10 | ᾧ βίος ἦν παναγής, ὃν Πιερὶς αὐτοδίδακτον |
θῆκ’, ὃν ἀκερσεκόμας ᾔνεσε Λατοίδας. | |
γράμματα πολλὰ δ’ ἔλειψε περίκλυτα, φωσὶν ὄνειαρ | |
οἷς ἀρετᾶς σοφίας θ’ ἵμερος ἐν κραδίαι. | |
Ἄρτεμιν ἀείσας θ’ ὡς οὐ πάρος ἄλλος ἐν ὕμνοις | |
15 | ἄσπετον ἐκ βίβλων εὖχος ἔδωκε πάτραι. |