[ ] Pisidia — Kremna (Çamlık-Girme) — early 2nd c. AD — TAD 19,2 (1970) 99, 1 — AS 37 (1987) 49, 1
1 Χρύσιππον Παναγῆ
Γ. Φλ. Ἀνθεστιανὸς
Μέμνων τὸν ἑαυτοῦ
πάτρωνα ψηφίσματι
5 ❦ τῆς βουλῆς. ❦
χαλκῖος μὲν ἐγὼ χρυσοῦ πεπυκασμένος ἄνθι,
Χρυσίππου δ’ ἕστακ’ ἐνθάδ’ ἕκατι, φίλοι,
ναὸν οἰστούχωι Λατωίδι καλλιπαράωι
τοῦτον ὃς οἰκείας ἄνθετ’ ἀπαὶ δαπάνας,
10 ᾧ βίος ἦν παναγής, ὃν Πιερὶς αὐτοδίδακτον
θῆκ’, ὃν ἀκερσεκόμας ᾔνεσε Λατοίδας.
γράμματα πολλὰ δ’ ἔλειψε περίκλυτα, φωσὶν ὄνειαρ
οἷς ἀρετᾶς σοφίας θ’ ἵμερος ἐν κραδίαι.
Ἄρτεμιν ἀείσας θ’ ὡς οὐ πάρος ἄλλος ἐν ὕμνοις
15 ἄσπετον ἐκ βίβλων εὖχος ἔδωκε πάτραι.
Search Help