[ ]
Pisidia — Termessos (Güllük Dağı) — 2nd/3rd c. AD — ZPE 60 (1985) 121, 2
1 | τῆλε θανόντα πάτρης με |
χυτὴ κατὰ γαῖα κάλυψεν· / | |
ἣν δ’ ἐσορᾷς στήλην, θήκα̣[ν]- | |
το φίλοι ποθέοντες· / | |
5 | οὔνομα δ’ εἰ ζητεῖς· Ἑρμῆν |
με πατρὸς καλέεσκον / | |
Κάστορος, ὃν λιπόμην | |
πένθεϊ τειρόμενον· / | |
ἤκμασα κλυτὸς ἐγώ· χαί- | |
10 | την ἔστεψ’ ἐν ἀγῶσιν / |
κηρύκων ἐνοπῇ σταδίοισί | |
τε πάντοτ’ ἐνείκων· / | |
ἀλλὰ φίλος, πάντεσσι θα- | |
νεῖν πεπρωμένον ἐστιν / | |
15 | οὐδέ τιν’ ἔστι θανόντα πά- |
λιν πόρον οἴκαδ’ ἱκέσθαι· / | |
ταῦτα μαθὼν εὔφραινε τεὸν̣ | |
πολυκηδέα θυμόν· / | |
πεῖνε, τρύφα, τέρπου δώρο̣ις | |
20 | χρυσῆς Ἀφροδείτης· / |
αὐτομάτως ἤνθησα καὶ | |
ἤκμασα καὶ <ἔ>λιπον φ̣ῶς. / |