SEG 35:1406
[ ] Pisidia — Termessos (Güllük Dağı) — 2nd/3rd c. AD — ZPE 60 (1985) 121, 2
1 τῆλε θανόντα πάτρης με
χυτὴ κατὰ γαῖα κάλυψεν· /
ἣν δ’ ἐσορᾷς στήλην, θήκα̣[ν]-
το φίλοι ποθέοντες· /
5 οὔνομα δ’ εἰ ζητεῖς· Ἑρμῆν
με πατρὸς καλέεσκον /
Κάστορος, ὃν λιπόμην
πένθεϊ τειρόμενον· /
ἤκμασα κλυτὸς ἐγώ· χαί-
10 την ἔστεψ’ ἐν ἀγῶσιν /
κηρύκων ἐνοπῇ σταδίοισί
τε πάντοτ’ ἐνείκων· /
ἀλλὰ φίλος, πάντεσσι θα-
νεῖν πεπρωμένον ἐστιν /
15 οὐδέ τιν’ ἔστι θανόντα πά-
λιν πόρον οἴκαδ’ ἱκέσθαι· /
ταῦτα μαθὼν εὔφραινε τεὸν̣
πολυκηδέα θυμόν· /
πεῖνε, τρύφα, τέρπου δώρο̣ις
20 χρυσῆς Ἀφροδείτης· /
αὐτομάτως ἤνθησα καὶ
ἤκμασα καὶ <ἔ>λιπον φ̣ῶς. /
Search Help
Contact Us