[ ]
Pisid. — Pogla (Çomaklı-Fığla) — AS 10 (1960) 63, 111
1 | Ἀφροδείσιος Διογένου |
Ἑλλάδι γυναικὶ ἰδίᾳ | |
φιλοστοργίης ἕνεκεν. | |
Ἑλλάδος οὔνομ’ ἔχω | |
5 | Γαλατῶν δέ με γαῖ’ ἀνέθρε- |
ψεν· / Ἰταλίην δ’ εἶδον πολ- | |
<λ>ὴν δ’ ἐπε<λ>ήλυθα γαῖαν· / | |
νήμασι δὲ Μοιρῶν ὧδε | |
θανοῦσ’ ἐτάφην. / ἀνδρὸς | |
10 | δ’ εὐσεβίην ἐδάην, καί μ’ ἐ- |
κτερέϊξεν· / σῆμα δέ μοι | |
τεῦξεν μάλ’ ἀριφραδὲς | |
οὕνεκα καὐτὸς / εὕροι | |
εὐσεβίης δῶρον ὑπὲχ | |
15 | θεόφιν. / |