[ ] Pisid. — Pogla (Çomaklı-Fığla) — AS 10 (1960) 63, 111
1 Ἀφροδείσιος Διογένου
Ἑλλάδι γυναικὶ ἰδίᾳ
φιλοστοργίης ἕνεκεν.
Ἑλλάδος οὔνομ’ ἔχω
5 Γαλατῶν δέ με γαῖ’ ἀνέθρε-
ψεν· / Ἰταλίην δ’ εἶδον πολ-
<λ>ὴν δ’ ἐπε<λ>ήλυθα γαῖαν· /
νήμασι δὲ Μοιρῶν ὧδε
θανοῦσ’ ἐτάφην. / ἀνδρὸς
10 δ’ εὐσεβίην ἐδάην, καί μ’ ἐ-
κτερέϊξεν· / σῆμα δέ μοι
τεῦξεν μάλ’ ἀριφραδὲς
οὕνεκα καὐτὸς / εὕροι
εὐσεβίης δῶρον ὑπὲχ
15 θεόφιν. /
Search Help
Contact Us