[ ]
Pisid. — Kaynar Kalesi, W. of Kestel — 2nd c. AD — AS 10 (1960) 48, 96
1 | Πλούτωνι καὶ Κόρῃ θε- |
οῖς ἐπηκόοις Πόπλι- | |
ος Αἴλιος Μινουκιανὸ[ς] | |
καὶ Πετρωνία Αἰμιλία | |
5 | Μάρκου θυγάτηρ ἡ σύνβι- |
ος αὐτοῦ ἐχαρίσαντο | |
κατὰ εὐχῆν κοράσιον ὀνό- | |
ματι Ἱεροδουλίδα, ἣν καὶ | |
ἐποίησαν ἱεροδούλην, ὥσ- | |
10 | τε ὑπηρετεῖν αὐτὴν τοῖς |
θεοῖς· καὶ μηδενὶ ἐξέσ- | |
τω ἐξαλλοτριῶσαι αὐ- | |
τὴν μηδὲ τὰ ἐξ αὐτῆς | |
τέκνα. |