[ ] Pisid. — Kaynar Kalesi, W. of Kestel — 2nd c. AD — AS 10 (1960) 48, 96
1 Πλούτωνι καὶ Κόρῃ θε-
οῖς ἐπηκόοις Πόπλι-
ος Αἴλιος Μινουκιανὸ[ς]
καὶ Πετρωνία Αἰμιλία
5 Μάρκου θυγάτηρ ἡ σύνβι-
ος αὐτοῦ ἐχαρίσαντο
κατὰ εὐχῆν κοράσιον ὀνό-
ματι Ἱεροδουλίδα, ἣν καὶ
ποίησαν ἱεροδούλην, ὥσ-
10 τε ὑπηρετεῖν αὐτὴν τοῖς
θεοῖς· καὶ μηδενὶ ἐξέσ-
τω ἐξαλλοτριῶσαι αὐ-
τὴν μηδὲ τὰ ἐξ αὐτῆς
     τέκνα.
Search Help
Contact Us