[ ] Pisid. — Korkuteli — Roman period — TAM III,1 922 — Belleten 22 (1958) 71, 89
See also:
1 εἰ βούλει γνῶνε τί τὸ σκῆπτ[ρον] καὶ τί καλαῦροψ
ἐνθάδ’ ἐντετυπαστε, στῆθι, φίλε, καὶ τάδε γνώσῃ.
τὸ σκῆπτρον Ἑρμοῦ προκαθη[γέτ]ου ἐστὶ πορεῖον·
τούτ<ῳ> γὰρ κατάγει ψυχὰς μερόπων ὑπὸ γαῖαν·
5 οὗτος δ’ ἔστ’ ὁ καλαῦροψ μείμημα τελε[υτῆς].
μηδὲν ἄγαν φρονέειν· πᾶς γὰρ βίος κάμπτει [ἐπ’ ἄκρῳ].
τοὔνεκα δῆτα γέγραπτε, ἵν’ ε[ἰ]δῇς θνη[τὸς ἐὼν σύ].
στῆσε δὲ τήνδε σορὸν ἐν— — —
Μορσιανὸς Ἑρμαῖος θεεί[κελος(?) — — —]
10 καὶ Βάγχου τελετῶν πολυ— — —
αὑτ<ῷ> καὶ ἀλόχῳ Μα— — —
[καὶ παι]σίν γ’ αὐτῶν — — —
[εἰ δέ τις] ἄλλον ἐπ[ενθήσει — — —].
Search Help