[ ] Hermionis — Hermione — Rom. Imp. period
1           [Παν]τακλῆς μ’ ἀνέθηκεν· ἀδελφεός εἰμι δ’ ἐκείν[ου]
         [Πυθο]κλέης πλείστων ἀντιτυχὼν ἀέθλων·
             [α]ὐ̣[λῳδοῦ(?) ν]ῖκα̣[ι] τ<ρε>ῖς καὶ δέκα, τὰς ․․ Ν[ε]<μ>έ̣ῃ̣ [τε]
        [καὶ π]αρὰ <Π>ειρήνην Κασταλίαν τ’ ἔλ[α]βον, Α
5    [ἀλλά με καὶ] Ζ̣[εὺ]ς οἶδε<ν> Ὀλύμπ<ι>ος, ὡς ἐτύμας [τοι]
[τρεῖς ἀπὸ θε]σπ̣ε[σί]ου <φ>θ̣εγγόμενος στόματος·
[ἄσπετα δ ἄλλω]<ν> <φ>ῦλ’ οὐ[κ ἄ]ν τις ἀρ̣ιθ̣μήσειεν,
[οὓς ἀν’ Ἀχαιίδ]α̣ γῆν̣ [ἠ]γαγόμ<η>ν στεφάνους.
[ἀλλ ὅσα ῥαψῳ(?)]δός τε καὶ ἐγ κυκλίοισ{ο}ι {²⁶κυκλίοισι}²⁶ χοροῖσιν,
10     [ὅσσα τε κωμ]ῳ̣δ̣ός(?), ταῦτα καταγράφεται·
           [– ⏕ – ⏕ –] με <π>αν[ήγυ]ρ[ι]<ς> ἐστεφάν<ω>σεν,
              [– ⏕ – ⏕ μ]<ο>ι πρῶτ’ ἀρ̣ετ̣<ῆ>ς {Ε} γέ<γ>ο<ν>εν,
          [χὡ] στέφανος Μούσαις Ἑλικ̣[ω]νίσι καὶ Διονύσ<ωι>
            [Κ]αδμείωι, τρίτατ’ ἦν κῦδος ἐμοῖς γενέταις.
15             [κ]αὶ β̣ασιλεῖς δώροισιν ἐτίμησαν τὸν ἀοιδόν
            [υ]ἱὸν Ἀριστάρχου θεοῖς φίλον Ἑρμιονῆ.
Search Help
Contact Us