[ ] Hermionis — Hermione — late 3rd/2nd c. BC
[— — — — — — — — — — —]
1 καὶ συμπομπεύειν καὶ ἄγειν
βοῦν, ὅπως φανερὰ ἦ<ι> διότι τάν
τε συγγένειαν καὶ φιλίαν θ<έ>λει
ἐπὶ πλεῖον προάγειν ἔδοξε τᾶ[ι]
5 πόλει ἀποκριθῆμεν τοῖς πρεσβευ-
ταῖς, διότι ἁ πόλις τῶν Ἑρμιονέων
ἀνανεοῦταί τε τὰν συγγένειαν καὶ
φιλίαν τὰν ὑπάρχουσαν τᾶ<ι> πόλει ποτ-
τὰν πόλιν τῶν Ἀσιναίων καὶ ἐπὶ
10 πλεῖον προάξ[ει] καὶ διότι ἀποδέχε-
[TAI] A( PO/LIS FILOFRO/NWS TA/N TE QU-
σίαν, ἃν μέλλει ἄγειν ἁ πόλις τῶν
Ἀσιναίων <τ>ᾶι Δάματρι <τ>ᾶι Χθονίαι.
καταστᾶσαι δὲ καὶ θεαροδόκον ὅσ-
15 τις ὑποδέξετ̣[αι τοὺ]ς [πα]ραγινομέ-
νους συνθύτας ἐπὶ τὰν θυσίαν
τῶν Χθονείων· [ἐπαινέσα]<ι> δὲ καὶ
τοὺς πρεσβευτὰς ἐπί τε τᾶι ἐν-
δαμίαι καὶ τ<ᾶι> ἀναστροφᾶ[ι ἇι π]επό-
20 ηνται ἀξίως ἑκατέ[ραν τᾶν] πολίων.
δόμεν δὲ καὶ ξένια τοῖς πρεσβευ-
ταῖς Ἀπελλ[ᾶν τὸν] ταμ<ίαν τὰ μ>έγιστα ἐκ
τῶν νόμων. τοὺς δὲ νομογράφους
[τοὺς νῦν κα]τασταθέντας κατα[χ]ω-
25 ρίσαι τοῦτο <τὸ> δόγμα εἰς τοὺς [νόμους].
[τοὺς δὲ] δαμιουργοὺς τοὺς ἐπὶ Λαΐδα ἐ-
γδόμεν στάλαν καὶ ἀναγρά[ψαι τὸ]
δόγμα καὶ ἀναθέμεν εἰς τὸ ἱερὸν τᾶς
Δάματρος τᾶς Χθονίας, ὅπως ὑ-
30 πόμναμα ἦ<ι> ἑκατέραις ταῖς πόλε-
σιν εἰς ἅπαντα τὸν χρόνον. καλέ-
σαι δὲ καὶ τοὺς ἄρχοντας ἐπὶ τὰν
κοινὰν ἑστίαν τοὺς πρεσβευτάς,
ὅσας κα ἁμέρας ἐπιδαμῶντι. τὸ
35 δὲ ἀνάλωμα δότω εἰς ταῦτα Ἀπε-
λ<λᾶ>ς ὁ ταμίας. θεαροδόκος· Ἀγόραι-
σος Πραξία.
Search Help
Contact Us