[ ]
Hermionis — Hermione — late 3rd/2nd c. BC
[— — — — — — — — — — —] | |
1 | καὶ συμπομπεύειν καὶ ἄγειν |
βοῦν, ὅπως φανερὰ ἦ<ι> διότι τάν | |
τε συγγένειαν καὶ φιλίαν θ<έ>λει | |
ἐπὶ πλεῖον προάγειν ἔδοξε τᾶ[ι] | |
5 | πόλει ἀποκριθῆμεν τοῖς πρεσβευ- |
ταῖς, διότι ἁ πόλις τῶν Ἑρμιονέων | |
ἀνανεοῦταί τε τὰν συγγένειαν καὶ | |
φιλίαν τὰν ὑπάρχουσαν τᾶ<ι> πόλει ποτ- | |
τὰν πόλιν τῶν Ἀσιναίων καὶ ἐπὶ | |
10 | πλεῖον προάξ[ει] καὶ διότι ἀποδέχε- |
[ται] ἁ πόλις φιλοφρόνως τάν τε θυ- | |
σίαν, ἃν μέλλει ἄγειν ἁ πόλις τῶν | |
Ἀσιναίων <τ>ᾶι Δάματρι <τ>ᾶι Χθονίαι. | |
καταστᾶσαι δὲ καὶ θεαροδόκον ὅσ- | |
15 | τις ὑποδέξετ̣[αι τοὺ]ς [πα]ραγινομέ- |
νους συνθύτας ἐπὶ τὰν θυσίαν | |
τῶν Χθονείων· [ἐπαινέσα]<ι> δὲ καὶ | |
τοὺς πρεσβευτὰς ἐπί τε τᾶι ἐν- | |
δαμίαι καὶ τ<ᾶι> ἀναστροφᾶ[ι ἇι π]επό- | |
20 | ηνται ἀξίως ἑκατέ[ραν τᾶν] πολίων. |
δόμεν δὲ καὶ ξένια τοῖς πρεσβευ- | |
ταῖς Ἀπελλ[ᾶν τὸν] ταμ<ίαν τὰ μ>έγιστα ἐκ | |
τῶν νόμων. τοὺς δὲ νομογράφους | |
[τοὺς νῦν κα]τασταθέντας κατα[χ]ω- | |
25 | ρίσαι τοῦτο <τὸ> δόγμα εἰς τοὺς [νόμους]. |
[τοὺς δὲ] δαμιουργοὺς τοὺς ἐπὶ Λαΐδα ἐ- | |
γδόμεν στάλαν καὶ ἀναγρά[ψαι τὸ] | |
δόγμα καὶ ἀναθέμεν εἰς τὸ ἱερὸν τᾶς | |
Δάματρος τᾶς Χθονίας, ὅπως ὑ- | |
30 | πόμναμα ἦ<ι> ἑκατέραις ταῖς πόλε- |
σιν εἰς ἅπαντα τὸν χρόνον. καλέ- | |
σαι δὲ καὶ τοὺς ἄρχοντας ἐπὶ τὰν | |
κοινὰν ἑστίαν τοὺς πρεσβευτάς, | |
ὅσας κα ἁμέρας ἐπιδαμῶντι. τὸ | |
35 | δὲ ἀνάλωμα δότω εἰς ταῦτα Ἀπε- |
λ<λᾶ>ς ὁ ταμίας. θεαροδόκος· Ἀγόραι- | |
σος Πραξία. |