[ ]
Pisid. — Etenna (Sirtköy): Delikli Ören — Rom. Imp. period — AMSt. VI 122,3.11 [SEG 42.1215]
— — — | |
1 | ἐτείμησεν Βρύονα Ιανγβει |
νέον, ἄνδρα γένει καὶ ἀξίᾳ ἐν | |
τοῖς πρώτοις καταριθμηθέ̣ν̣— | |
τα καὶ ἐν τῇ ἐπαρχείᾳ διάση- | |
5 | μον γεγονότα, ἀγορανομή- |
σαντα πιστῶς καὶ ἀρχιερασά- | |
μενον τοῖς Σεβαστοῖς εὐσε- | |
βῶς καὶ γυμνασιαρχήσαντα | |
ἀφειδῶς καὶ ἄρξαντα ἐνδό- | |
10 | ξως καὶ εἰρηναρχήσαντα ἀ- |
γνῶς ἔν τε ἐγδικίαις καὶ πρεσ- | |
βείαις καὶ ἐν ταῖς λοιπαῖς τῆς | |
πόλεως χρείαις εὔχρηστον | |
γεγονότα· τὸν δὲ ἀνδριάντα | |
15 | ἀνέστησεν Ουως Βρύωνος |
ἡ μήτηρ μνήμης καὶ φιλο- | |
στοργίας χάριν. |