[ ] Argeia — Argos — Roman period
1 [ἄρτι] νέας βαίνουσαν ἐς ἐλπίδας, ἄρτι τὰ θ[εῖα σά]ματα Κα[ρν]ε[ί]α̣ι̣ς δερκομέν[αν θυσίαις]
[Μ]οῖρα θοὴ μάρψασα παρ’ ἀνέρος ἥρπασε κόλπω̣ν, οἷά τις εἰοβόρος διψὰς ἔχ̣ι[δνα δάκνει],
[Σ]μύρναν τὰν φιλότεκνον. ἐπ’ ἀνδρὶ δὲ παῖδα λέλοιπα ὀκταέτιν, θνήσκω δὴ [— — — — —],
μ̣ναμόσυνον προλιποῦσα πόσι κατὰ δῶμα θύγατρα Μαινίῳ· ὑψίστου δ’ ἠρίον ἄ[γχι Διός].
5 [ἐ]νθάδε γάρ με σύνευνος ἔθηκ’ Ἀπολλόνιος καὶ τοῦτό μου ἐν νούσοις δῶρον[νεῖλε θεός].
[ἥρ]π̣ακεν οὖσαν ἄμεμπτον, ἀφ’ οὗ σέβας εἶχον ἄνακτος ζ<ῶ>σα, καὶ ἐν φθιμένοις τοῦτό γ’ ἐδάσ[σατό μοι].
τ̣οίνυν οὐ τύν[βο]ν κατ[ὰ γ]ᾶς, μακάρων δὲ λέλονχα χῶρον καὶ τὰ θεῶν δώματα χρυσοπαγῆ̣.
                       vacat
8      Μαινία Τίτου Σμύρνα χρηστή· χαῖρε.
Search Help
Contact Us