[ ] Argeia — Argos — Rom. Imp. period
1 Τιβ(έριον) ∙ Κλαύδιον Διοδότου
υἱὸν Διόδοτον, ἀγορανομήσαντα
καὶ γραμματεύσαντα, καὶ ἱεροφαντή-
σαντα καὶ ἀγωνοθετήσαντα Σεβά-
5 στεια καὶ Νέμεια δικαίως καὶ μεγαλο-
ψύχως, ὡς ὑπερβαλεῖν τοὺς πρὸ αὐτοῦ
πάντας, καὶ μόνον καὶ πρῶτον
θέντα ἔλαιον ἔν τε γυμνασίοις καὶ
βαλανείοις δούλοις τε καὶ ἐλευθέ-
10 ροις ἀπ’ ἀνατολᾶς ἁλίου ἄχρι δύσεως
θύσαντά τε καὶ τῷ Διὶ τῷ Νεμείῳ ἑκα-
τόνβαν πρῶτον καὶ μόνον, Ῥωμ[αῖ]-
οι οἱ ἐν Ἄργει κατοι[κ]οῦντ[ες τ]ὸν ἐ[πιτ]-
ρόπων εὐεργέταν καὶ ἐκ πάππων ἀ-
15 γωνοθέταν, ᾧ καὶ ἐψαφίσαντο τὰς Περ-
σέος καὶ Ἡρακλέος τειμὰς καὶ χρυσοφο-
ρίαν μετὰ πορφύρας διὰ βίου.
                               vacat
Search Help
Contact Us